Ancient Greek · ~2 min
21.Φ ΥΠΟΘΕΣΙΣ. to 21.ΑΛΛΩΣ.
Scholia in Homerum, Scholia in Odysseam 21.Φ ΥΠΟΘΕΣΙΣ.-21.ΑΛΛΩΣ.
Not analysed yet
Τόξου θέσιν Πηνελόπη μνηστῆρσι. καὶ ὡς ἀναγνωρισθεὶς τοῖς θεράπουσι συντίθεται Ὀδυσσεὺς τὸν κατὰ τῶν μνηστήρων φόνον. καὶ ὡς μὴ δυναμένων αὐτῶν ἀνατεῖναι τὸ τόξον ἐγκρατὴς γέγονεν ὅλων Ὀδυσσεύς. Q. Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον, Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος. P. V.