Ancient Greek · ~1 min
24.Ω. ΥΠΟΘΕΣΙΣ. to 24.ΑΛΛΩΣ.
Scholia in Homerum, Scholia in Odysseam 24.Ω. ΥΠΟΘΕΣΙΣ.-24.ΑΛΛΩΣ.
Not analysed yet
Ψυχοπομπίαν καὶ Ὀδυσσέως ἄφιξιν πρὸς Λαέρτην τὸν πατέρα εἰς τοὺς ἀγροὺς καὶ ἀναγνωρισμόν· ἐπιστρατείας τῶν Ἰθακησίων, καὶ συνθήκας Ἀθηνᾶς κελευσάσης. Q. Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅίδου κατάγει καὶ κατα- σκευὴ περὶ τῆς δευτέρας νεκνομαντείας γίνεται. καὶ ἀναγνωρισμός Ὀδυσσέως γίνεται πρὸς τὸν ἑαυτοῦ πατέρα Λαέρτην. καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ κωλύει. P. V.