Ancient Greek
1 to 7
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-16-7
Not analysed yet
ἐρραψῳδήκασιν*] εἶπον, ἐξηγήσαντο. ~Δ οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾄδωσιν, ἀληθῆ ταῦτά ἐστιν] Πλατωνικὸν [cf. Ion. 533 E cet.] τὸ θεώρημα. ~ΓVΟΩΔ οὐ θεός ἐνδεής Ζεύς θεός οὐδείς Ζεύς οὐδείς τις ἐνδεής ~Δ πολυθρύλητοι* κτλ.] ⸢πάνυ γενναίως καὶ⸣ τοῦτο καθ’ Ἑλλήνων ἠπόρησεν, εἴτε ἄλλο τι δύναται ἡ Εἱμαρμένη καὶ Τύχη παρὰ τὰς Μοίρας εἴτε ἰσοδυναμοῦσι. διὸ ⸢καὶ⸣ ὡς μεγάλης οὔσης τῆς ἀπορίας ἐποίησε τὸν Δία μηδὲν περὶ αὐτῶν ἀποκριθῆναι δυνάμενον. ~Γ⸢V⸣ΟΩΔ τί δ’ οὖν ἐμειδίασας; ἀνεμνήσθην* κτλ.] τοῦ Διὸς εἰπόντος ὅτι καὶ ἡμεῖς οἱ θεοὶ τοῦ νήματος ἠρτήμεθα τῶν Μοιρῶν’ ὁ Κυνίσκος ἐγέλασεν. ~ΓVΟΩΔ καθήσειν] κρεμάσαι. ~V βίαν*] δύναμιν. ~ΓVΟΩ νῦν δὲ αὐτόν σε κτλ.] ὡραῖον. ~ΓV εἰκαῖον*| μάταιον. ~V τὰς θυσίας φησίν*] δηλονότι ὁ λόγος. ~ΓVΟΩ μὴ ὀκνήσῃς*] ἀπὸ κοινοῦ τὸ μὴ ὀκνήσῃς, ἵν’ ᾖ καὶ ὅπως ἀσφαλέστερον ἀποκρίνῃ, μὴ ὀκνήσῃς. ~VΟΩΔ ἀντίδοσιν*] ἀνθ’ ὧν λαμβάνουσιν ἀγαθῶν τὰς θυσίας παρέχοντες. ~ΓVΟΩΔ οὐ γὰρ ἀποχρήσει αὐτοῖς κτλ.] ὡραῖον. ~ΓV μακρῷ*] πάνυ. ~ΓΟ