Ancient Greek
Ζεὺς ἐλεγχόμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-4
Not analysed yet
ἱμονιάν*] ἱμονιὰ λέγεται τὸ σχοινίον, εἰς ὃ δεσμεῖται ὁ κάδος, δι’ οὗ τὸ ὕδωρ ἐκ τῶν φρεάτν ἀνέλκουσιν. ~ΓVΟΩΔ. Addunt VΩ: ἱμονιὰ λέγεται καὶ ἡ διὰ κάδων ἢ πως ἄλλως διὰ σχοινίων γοῦν ἄντλησις, διότι καὶ ἱμὰς λέγεται κυρίως μὲν ὁ λῶρος, καταχρηστικῶς δὲ καὶ τὸ σχοινίον. ~Προμηθεύς*] λέγουσιν, ὅτι ὁ Ζεὺς τὸ πῦρ ἔκρυπτεν καὶ οὐκ ἠνείχετο παρασχεῖν αὐτὸ τοῖς ἀνθρώποις, ὁ δὲ Προμηθεὺς κλέψας αὐτὸ τούτοις δέδωκε καὶ ὀργισθεὶς ὁ Ζεὺς ἔδησεν αὐτὸν ἐν τῷ Καυκάσῳ ὄρει καὶ ἐποίησεν ἀετὸν ἐσθίειν τὸ ἧπαρ αὐτοῦ. ~ΓVΟΩΔ πατέρα*] πατὴρ τοῦ Διὸς ὑπῆρχεν ὁ Κρόνος. οὗτος ἐγνωκώς, ὡς εἷς τῶν ἀπ’ αὐτοῦ γεννωμένων τῆς βασιλείας ἐκβαλεῖ αὐτόν, ἐπειδὰν ἔσχεν υἱόν, κατήσθιεν αὐτόν. τοῦτο ἐποίησε δύο υἱοῖς, τῷ Ἅιδῃ καὶ τῷ Ποσειδῶνι. ὅτε δὲ ἐγεννήθη ὁ Ζεύς, ἡ Ῥέα, ἡ γυνὴ τοῦ Κρόνου, δέδωκεν αὐτῷ λίθον ἀντὶ τοῦ Διός, ὁ δὲ Κρόνος καταπιὼν καὶ τοὺς προτέρους παῖδας ἐξήρασεν. αὐξηθεὶς οὖν Ζεὺς τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας ἐδίωξε καὶ δεσμοὺς βαλὼν αὐτῷ ἐν τῷ Ταρτάρῳ ἀπέθετο. ~ΓVΟΩΔ Λαομέδοντι*] ὁ Ποσειδῶν, ἀδελφὸς ὢν τοῦ Διός, μὴ φέρων τὴν βασιλείαν τοῦ Διὸς διὰ τὸ βαρέως ἄρχειν αὐτόν, ἐβουλεύσατο μετὰ καὶ ἄλλων θεῶν ὑποτάξαι αὐτόν. γνοὺς δὲ τοῦτο ὁ Ζεὺς τοὺς βουλευομένους ἐτιμωρήσατο. τὸν οὖν Ποσειδῶνα ἔπεμψεν εἰς Τροίαν ἐπὶ τῷ δουλεῦσαι τῷ Λαομέδοντι. ~ΓVΟΩΔ Ἀδμήτῳ*] ὁ Ἀσκληπιὸς υἱὸς ἦν τοῦ Ἀπόλλωνος. οὗτος τῇ ἰδίᾳ τέχνῃ τῇ ἰατρικῇ χρώμενος, ὡς ματαιολογοῦσι, τοὺς ἀποθνῄσκοντας ἤγειρεν, καὶ ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν. ἐπὶ τούτῳ λυπηθεὶς ὁ Ἀπόλλων τοὺς Κύκλωπας τοὺς εἰωθότας κατασκευάζειν τοὺς κεραυνοὺς κατετόξευσεν, καὶ θυμωθεὶς ὁ Ζεὺς ἐποίησε τὸν Ἀπόλλωνα τῷ Ἀδμήτῳ δουλεῦσαι. ὁ δὲ Ἄδμητος ἦν βασιλεὺς Θετταλίας. ~ΓVΟΩΔ ἐν ἀκαρεῖ*] ἐν βραχυτάτῳ. λέγεται δὲ ἀκαρὲς τὸ βραχὺ ἀπὸ μεταφορᾶς τῶν τριχῶν τῶν μηδὲ καρῆναι διὰ βραχύτητα δυναμένων. ~ΓVΟΩ