Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-19
Not analysed yet
διάτορον*] ὀξύτονον. ~ΓV ἄυπνος*] Αἰήτης ὁ τῶν Κόλχων βασιλεὺς εἶχε δέρμα προβάτου χρυσοῦν καὶ τοῦτο δράκων παρεφύλαττεν ἄυπνος. ~ΓVΩΔ. cf. φ —]εἰς τὸ αὐτό. τὸ χρυσόμαλλόν φησι δέρος, ὃ Φρίξου μὲν ἦν τοῦ Ἀθάμαντος παιδὸς τοῦ παιδαγωγοῦ, ὃς Κριὸς ὠνόμαστο, δορά, τυθέντος δὲ κατὰ τὴν Κολχίδα γῆν καὶ ἐκδαρέντος. καὶ ἐπεί, ὡς ὁ μῦθος, χρυσόμαλλον εἶχε τὸ δέρος, δεδόσθαι εἰς φυλακὴν ὑπὸ δρακόντων φυλασσόμενον. ἐφ’ ὃ ὕστερον Ἰάσων μετὰ τῶν ἄλλων Ἀργοναυτῶν ἀποσταλεὶς ἐφ’ ᾧτε κομίσασθαι καὶ πρὸς τὸ Ἄργος ἀποκαταστῆσαι, εἶτα Μηδείας τῆς θυγατρὸς μὲν Αἰήτου τοῦ βασιλεύοντος τῶν τόπων ἀδελφῆς δὲ Ἀψύρτου, ὃς ἐπεπίστευτο τὴν φυλακὴν τοῦ δέρους, διὰ τὸν πρὸς Ἰάσονα αὐτῆς ἔρωτα δόλῳ μὲν τὸν πατέρα μετελθούσης, Ἄψυρτον δὲ τὸν ἀδελφὸν ἀποκτεινάσης καὶ οὕτως συνεργησάσης Ἰάσονι αὐτό τε τὸ δέρος ληφθῆναι καὶ πρὸς τὸ Ἄργος διασωθῆναι. ~VΔ. Addit Δ: ἡ ἱστορία παρ’ Ἀπολλωνίῳ ἐν Ἀργοναυτικοῖς. ~νῦν γάρ μοι πράγματα* κτλ.] ἐὰν θελήσω, φησίν, κρατῆσαί σε νῦν, δυσχερανῶ· πηδῶν γὰρ ἐν τῇ σκοτίᾳ δύνῃ διαφυγεῖν. ~ΓVΩ φθάνων] ἀντὶ τοῦ προλαμβάνων. ~Δ πρὸ ὁδοῦ ἔσῃ: τὸ ἐν τῇ συνηθείᾳ προκόψας ἔσῃ ἐν τῷ ἔργῳ τοῦ τροφὴν ὠνήσασθαι πεπορικὼς ἑαυτῷ. ~VΓφΔ. Addunt V et (cf. ann.) Δ: τοῦτο δὲ τὸ πρὸ ὁδοῦ παροιμιῶδές ἐστι λεγόμενον ἐπὶ τῶν ὥσπερ τι προτέλειον ἐκτελουμένων τῶν μετὰ ταῦτα γινομένων, συμβαλλόμενον μέντοι τοῖς μετὰ ταῦτα, εἰ καὶ κατὰ πάρεργον, ὥσπερ καὶ εἰ, οἷς ὁδεύειν πρόκειται, ἐπιτελεσθείη τι τῶν συνενεγκεῖν ἐχόντων τι τῇ ὁδῷ· παρ’ ὃ καὶ πρὸ ὁδοῦ εἴρηται. ὁ δὲ νοῦς πρὸτοῦ ὀφειλομένου ἔργου ἔσῃ τοῦτο κατὰ πάρεργον πεπονηκώς, ὅ σοι τυχὸν τὴν ἀναγκαίαν τροφὴν ἐκπορίσοι. καὶ Πλάτων ἐν Συμποσίῳ [174D] σύν τε δύ’ ἐρχομένω πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν. ἀλλ’ ἴωμεν. ~ἀνεγρόμενος*] ἀνεγειρόμενος. ~Γ