Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 53
Not analysed yet
κατατρυφῶντα*] πάνυ ἐπὶ τῆς νίκης ἐπιγελῶντα. ~ΓVΩ σύρφαξ: ὑποκορισμὸς τοῦ συρφετοῦ. ~CVΔ Ζωπύρου*] τοῦ Δαρείου πολιορκοῦντος τὴν Βαβυλῶνα καὶ μὴ δυναμένου παραλαβεῖν αὐτὴν ὁ Ζώπυρος κόψας ἑαυτοῦ τὰ ὦτα καὶ τῆν ῥῖνα καὶ μαστιγώσας ἑαυτὸν προσῆλθε τοῖς Bαβυλωνίοις ὡς παρὰ Δαρείου ταῦτα παθών. οἱ δὲ νομίσαντες αὐτὸν ἀληθῆ λέγειν κατεπίστευσαν αὐτῷ τὴν πόλιν, ὁ δὲ προέδωκε τῷ Δαρείῳ τὴν Βαβυλῶνα. καὶ διὰ τοῦτο ἰδὼν αὐτὸν ὁ Δαρεῖος εἶπεν ἠβουλόμην σεσῳσμένον ἔχειν τὸν Ζώπυρον ἢ μυρίας μοι Βαβυλῶνας ὑπάρχειν. ~ΓV —]Δαρείου τοῦ Μήδου Βαβυλῶνι τῇ πρὸς τὸν Εὐφράτην προσεδρεύοντος καὶ ἑλεῖν ταύτην δι’ ἰσχυρότητα καὶ ἀσφάλειαν μὴ δυναμένου Ζώπυρός τις ἀνὴρ τῶν ἐν τέλει Δαρείῳ προσελθὼν ἠξίου μαστιγώσαντα αὑτὸν καὶ λωβησάμενον ὤτων ἀφαιρέσει καὶ ῥινὸς ἀφεῖναι πορευθῆναι πρὸς Βαβυλῶνα τρόπον αὐτομόλου. οὕτως δὲ διαθεμένου αὐτὸν Δαρείου ἀπῄει φυγὰς δῆθεν πρὸς τοὺς Βαβυλωνίους. οἱ δὲ τὸ ἀνήκεστον ἰδόντες τοῦ πάθους ἐλπίσαντες ἀδιάλλακτα αὐτῷ τὰ πρὸς Δαρεῖον ἔσεσθαι καί τι καὶ δρᾶσαι τοῦτον ἀντάξιον τῆς τοιαύτης αἰκίας διανοηθῆναι πιστόν τε ἡγήσαντο ἑαυτοῖς Ζώπυρον καὶ ἐν τοῖς μάλιστα εὐεργέταις. καὶ δὴ φέροντες αὑτούς τε καὶ τὴν πόλιν ἐνεχείρισαν Ζωπύρῳ· ὅς μετ’ ὀλίγον Δαρείῳ ἑαυτὸν ἐνεχείρισεν αὐτῇ παραθήκῃ. ἐφ’ οἷς τοῦτο Δαρείῳ ἀνεφωνήθη τὸ ἐβουλόμην Ζώπυρον ἔχειν ἢ μυρίας Βαβυλῶνας εὐπορηκέναι. ~Δ