Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-21
Not analysed yet
Ἰκαρομένιππος ὁ προκείμενος ἐπιγέγραπται λόγος διὰ μὲν τὸ πτηνὸν ⸢εἰσάγεσθαι τὸν τῷ δράματι⸣ ὑποκείμενον εἰς Ἴκαρον τὸν Δαιδάλου ὑποφερόμενος, διὰ ⸢δὲ τὸ μεγα⸣λόπραγμον καὶ περίεργον καὶ φασματῶδες εἰς Μένιππον τὸν Κυνικὸν φιλόσοφον ἁρμοζόμενος, ὃς Πατάρων ὑπάρχων τῆς Λυκίας καὶ τὴν Ἀντισθένους δόξαν ὑποποιούμενος γενναῖος ἦν καὶ συγκεκροτημένος τὸ σῶμα καὶ οὐκ ἀδόκιμος οὐδὲ τὴν ὄψιν ὅσα πρὸς ὥραν εὐπρόσωπον ὑποφέρεται καὶ οὕτως ὥστε, εἰ πίστις ὕπεστι Φιλοστράτῳ τῷ Τυρίῳ τὸν Ἀπολλωνίου τοῦ Τυανέως ἀναγράφοντι βίον [4, 25], καὶ ὑπὸ Ἐμπούσης ἐρασθῆναι κατὰ Κόρινθον τῆς Πελοποννήσου· καὶ ἀπὸ τούτου ἐπεὶ περιέτυχεν Ἀπολλωνίῳ τῷ προειρημένῳ γόητι ἀνθρώπῳ, ὅμοιος, φασίν, ὁμοίῳ συνήφθη καὶ τὸ τοῦ βίου λοιπὸν δυσαποσπάστως ἔσχηκε τούτου τερατείαις τε συνευκαιρῶν καὶ πρὸς μηδὲν ὑγιοῦς διανοίας τὴν σχολὴν ἀποδιατρίβων. διὸ καὶ ὁ παρὼν Λουκιανὸς φασματολογῆσαι τοῦτο δὴ τὸ σύνηθες αὐτῷ προῃρημένος καὶ ὑπερνέφελα τερατεύσασθαι συζεύγνυσι τούτῳ τὸν Ἴκαρον, λίνον λίνῳ συνάπτων, ὡς οἱ παροιμιαζόμενοι φάσκουσιν. ~⸢V⸣φΔΩ