Ancient Greek
Προμηθεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21-3
Not analysed yet
Θέτιν*] λέγουσιν, ὅτι ὁ Ζεὺς ἐρασθεὶς Θέτιδος ἐδίωκε φθεῖραι βουλόμενος. ὡς δὲ ἐγένοντο κατὰ τὸν Προμηθέα, ὁ Προμηθεὺς ἔφη πρὸς τὸν Δία ὅτι ἐὰν συγγένῃ τῇ Θέτιδι, ὁ ἐξ αὐτῆς γεννώμενος ἀναιρεῖ σε, ὡς ἀνεῖλες σὺ τὸν πατέρα σου Κρόνον. καὶ αἰσθόμενος ὁ Ζεύς, ὅτι ἀληθῆ εἶπε, τὴν μὲν Θέτιν ἔζευξε τῷ Πηλεῖ, τὸν Προμηθέα δὲ δ’ Ἡρακλέους τῆς συμφορᾶς ἔλυσεν. ~ΓVΦΩΔ