Ancient Greek
1 to 3
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-23-3
Not analysed yet
καπνὸς* ἀτεχνῶς ποιητικὸς κτλ.] ἀντὶ τοῦ οὐδέν, εἰ μὴ μόνον ψόφος ποιητικῶν ὀνομάτων. ~ΓVMΩΔ θερμουργός: ὁ παρακεκινημένος καὶ πάντολμος. ~Γ2CVMΩΔ πολλὰ* κατὰ τῶν ἀδίκων κτλ.] εἴ ποτε ἄλλοτε, μάλιστα νῦν τούτων χρεία τῶν ἀποδυσπετημάτων. ~VΩΔ οἱ σεισμοὶ δὲ κοσκινηδὸν κτλ.] καταλλήλως καὶ ἄγαν προσφυῶς ἑκάστῃ πληγῇ τὴν ἔκβασιν ἐπιφέρει. ~VΩΔ ἕν* τι κιβώτιον] ὡς ἐπὶ τοῦ Νῶε ὁ κατακλυσμὸς γέγονε. ~V —]οἶμαι τὸν κατακλυσμὸν καὶ τὴν κιβωτὸν διαπαίζει. ~M Λυκωρεῖ*] ὄρος τὸ παρ’ ἡμῖν καλούμενον Ἀραράτ. ~M