Ancient Greek
28 to 34
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 28-34
Not analysed yet
κατέδραθον] κατεκοιμήθην. ~Δ ὑπόμορον] δυσθανές. ~ΓVΩΔ τετυφωμένον*] ὑπερήφανον. ~ΓVΩΔ Περιπατητικοὺς κτλ.] ὡραῖον. ~ΓV ἢν ἔρῃ*] ἂν ἐρωτήσῃς. ~ΓVΔ Μῶμος*] τοῦτον τὸν Μῶμον ὁ Λουκιανὸς θεὸν ὑποτίθεται μεμφόμενον τὰ ὑπὸ τῶν θεῶν γινόμενα. ~Δ διετεθρύλλητο*] θορύβου καὶ ταραχῆς ἐπληροῦτο. ~ΓVφ τὴν ἐκεχειρίαν*] τὴν πρὸς ὀλίγον εἰρήνην. ~ΓVφΔ ἐς νέωτα] εἰς τὸ ἑξῆς. ~ΓVφΩΔ. Addunt Vφ ΩΔ: ἤτοι τὸ ἐπερχόμενον ἔτος. ~Addit Δ: ἔστι δὲ χρόνου δηλωτικὸν ἐπίρρημα τοῦ μέλλοντος· τοῦ μὲν γὰρ παρῳχημένου δηλωτικὸν τὸ πέρυσι, τοῦ δὲ ἐνεστῶτος τὸ τῆτες, τοῦ δὲ μέλλοντος ἐς νέωτα. περὶ* δὲ τοῦ Μενίππου κτλ.] καὶ τί τὸ κωλῦον καὶ αὖθις ἀναλαβόντα ἀετοῦ πτέρυγας καὶ γυπῶν ἀναπτῆναι ταύταις καὶ πάλιν; ~Δ ὁ Κυλλήνιος*] ὁ Ἑρμῆς ὁ ἐν Κυλλήνῃ τιμώμενος. ~