Ancient Greek
Περὶ θυσιῶν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-27
Not analysed yet
θυσίαις*] ὁ σκοπὸς ἐνταῦθα τῷ Λουκιανῷ καταδραμεῖν τῶν Ἑλλήνων θυσίας ποιούντων· τὸ γὰρ θεῖον οὐ δέεται θυσιῶν. οὐκ ἔστι δὲ διάλογος· ὅλον γὰρ τὸν λόγον ὡς ἐξ ἰδίου προφέρει προσώπου, ὁ δὲ διάλογος πρόσωπα ἔχει διάφορα διαλεγόμενα πρὸς ἄλληλα. ~ΓVMΩ Αἰτωλικά*] Αἰτωλίας ἐβασίλευεν Οἰνεύς. οὗτος θύσας τοῖς θεοῖς τὴν Ἄρτεμιν ἐπελάθετο, ἡ δὲ ὀργισθεῖσα ἀπέλυσε κατὰ τῆς Καλυδῶνος κάπρον, ὅστις πολλοὺς ἀνεῖλεν, ὕστερον δὲ κατ’ αὐτοῦ συναχθέντων πολλῶν ἀνῃρέθη. ~ΓVMΩΔ Καλυδωνίων*] Καλυδὼν πόλις ἐστὶν Αἰτωλίας. ~ΓVMΩΔ Μελεάγρου*] Ἀλθαία Μελεάγρου μήτηρ ἐγέννησε σὺν τῷ Μελεάγρῳ λάμπον πῦρ καὶ ἔμαθεν, ὡς τοσοῦτον ζήσει χρόνον Μελέαγρος, ὅσον ἡ λαμπὰς ἅπτεται. ὅτε οὖν ἐφονεύθη ὁ κάπρος, ὁ Μελέαγρος τῆς Ἀταλάντης ἐρῶν αὐτῇ τὰ νικητήρια δέδωκεν. ὠργίσθησαν ἐπὶ τούτῳ οἱ θεῖοι [καὶ] οἱ ἀδελφοὶ τῆς Ἀλθαίας —σὺν αὐτῷ γὰρ τὸν κάπρον ἐφόνευσαν —,ὅτι γυνὴ προετιμήθη αὐτῶν, καὶ ἔσχον πόλεμον πρὸς Μελέαγρον. ἀνεῖλεν οὖν αὐτοὺς ὁ Μελέαγρος καὶ ὀργισθεῖσα ἡ Ἀλθαία διὰ τοὺς ἀδελφοὺς ἔσβεσε τὴν λαμπάδα καὶ ἀπέθανεν ὁ Μελέαγρος. ~ΓVMΩ