Ancient Greek
Περὶ θυσιῶν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-12
Not analysed yet
Ὁμήρου*] ὁ γὰρ Ὅμηρός φησιν [Α 423], ὅτι οὐκ ἔστι νῦν ἐν τῷ οὐρανῷ ὁ Zεύς, ἀλλ’ ἀπεδήμησεν εἰς Αἰθιοπίαν κἀκεῖ εἱστιάθη ἡμέρας δώδεκα. ~ΓVΩ ταύρων*] ὁ γὰρ Νέστωρ ἀπὸ τῆς Ἰλίου ἐπανελθὼν εἰς Πύλον ἐννέα βοῶν θυσίαν τῷ Ποσειδῶνι ἔθυσεν, ὡς λέγει οὗτος· ὁ γὰρ Ὅμηρος [cf. γ 179. 8] εἶπεν ἐννάκις ἐννέα. ~ὤνια*] πράσιμα. ΓVΩ