Ancient Greek
1 to 13
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-33-13
Not analysed yet
Ὁ λόγος οὗτος τῶν καλλίστων καὶ πρώτων. ~Δ Σημείωσαι, ὡς ὁ λόγος οὗτος λίαν ἐστὶ χρησιμώτατος ἠθικός τε ὢν καὶ παιδευτικὸς καὶ πεφρασμένος καλῶς. ~U οἱ πρὸς τοῖς ἱεροῖς, ἐξυρημένοι* κτλ.] οἵῳ τὸ πάλαι οἱ ναυαγήσαντες ἄνθρωποι ἐκέχρηντο σχήματι πρὸς τοῖς ἱεροῖς καθήμενοι καὶ τὴν αὑτῶν τύχην ὀλοφυρόμενοι. ~ΔEφΟΩ ἑκόντες εἶναι] σημείωσαι, ὅτι τῷ ἑκόντες εἶναι ἄνευ ἀποφάσεως ἐχρήσατο. ~EΟΩΔ τῆς τριαίνης κτλ.] σημείωσαι. ~E ῥήτωρ*] Δημοσθένης ἐν Φιλιππικοῖς [3, 33] ταῦτά φησι, τοῖς τῶν νοσούν⸢των⸣ ἐοικότα σιτίοις, ⸢ἃ⸣ οὔτε σῴζουσιν ο⸢ὔτ’⸣ ἀπολλύναι δύναντ⸢αι⸣. ~⸢V⸣EφΟΩΔ εὐχῇ*] ⸢αἱ γὰρ εὐχαὶ ὡς ἐπίπαν τὰ ἀδύνατα προβάλλονται⸣. ~⸢V⸣EφΟΩΔ τρίβωνες*] Ἀριστοφάνειος ἡ λέξις, σημαίνει δὲ τοὺς ἐγγεγυμνασμένους τινὶ πράγματι καὶ διὰ πολλῆς πείρας ἐληλακότας. ~ΕVΟΩΔ θυραυλίας*] τῆς ἐν ταῖς θύραις προσεδρίας. ~MΩ ἴλιγγος*] ὅταν περὶ τὴν καρδίαν στρόφος γίνηται, ἐπακολουθεῖ σκότος καὶ τοῦτο πάθος καλοῦσιν ἴλιγγον. ~Ω καταδικάσας*] ἀντὶ τοῦ κατηγορήσας. ~EVφ ἀμέλξεις* ὀρνίθων γάλα] παροιμία ἐπὶ τῶν ὑπερφυῶς ἀγαθῶν, ὅταν τινὶ προσρυῇ, λεγομένη τὸ ὀρνίθων γάλα. ~ΕCVφΟΩΔ ὀρνίθων γάλα: τὸ λευκὸν τοῦ ᾠοῦ. ~Δ καὶ τοῦτο δὴ τὸ κτλ.] σημείωσαι. ~Ε