Ancient Greek
Περὶ τῶν ἐπὶ μισθῷ συνόντων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 14-5
Not analysed yet
ἀκκισάμενος*] προσποιησάμενος, ὑποκρινάμενος. ~Ω ad cap. 14 fin. —16 init. :σὺ δ’ εἰπέ μοι, πόθεν ταῦτ’ εἰδὼς οὕτως ἀκριβῶς γράφεις, Λουκιανέ. πάντως δ’, εἰ μὴ πέπονθας, οὐκ ἂν μεμάθηκας· πῶς οὖν ἐγκαυχᾷ μὴ τοῦ τοιούτου βίου πεῖραν ὅλως λαβεῖν; ἀλλ’ ἐρεῖς, ὡς ἐξ ἄλλων διηγουμένων ἱστόρησας· ἐχρῆν οὖν καὶ μάλιστα καὶ τόν, ὅν διασύρεις, ἐπιμελέστερον ἐρωτῆσαι καὶ τὰ πάντα μαθεῖν, ἵνα μὴ διαγελῷτο τῆς τῶν δρωμένων ἀπειρίας ἕνεκα καὶ παρὰ σοῦ ἐπισκώπτοιτο. ~Δ