Ancient Greek
1 to 19
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-36-19
Not analysed yet
Δραματικὸς ὁ λόγος οὑτοσὶ ὑποκρινόμενος τοὺς πενθοῦντας καὶ καταμεμφόμενος εὐφυῶς αὐτῶν. ~U τὰ νεκρὰ* τῶν ὀρνέων] τοῦτο εἶπεν, ἐπεὶ κατὰ Πλάτωνα [Phaedr. 245 C] ⸤ψυχ⸥ὴ πᾶσα ἀθάνατος, ὡς καὶ τῶν ⸤ὀρνέ⸥ων ἀθανάτων ὄντων καὶ ⸤τα⸥ὐτὸ τοῖς ἀνθρώποις μετὰ θάνατον ⸤πα⸥σχόντων. παίζει δὲ μετὰ τῶν ⸤ἄλλ⸥ων καὶ τοῦτο καλῶς. ~⸤Β⸥ ἀμέλει διηγήσαντο κτλ.] σημείωσαι. ~Γ οὕτω γὰρ ἂν οὐ κτλ.] σημείωσαι. ~Γ κόσμον συγκατέφλεξαν —ὡς χρησομένοις*] οὐχ ὡς χρησομένοις, μάταιε, ἀλλ’ ὡς μὴ βουλόμενοι ἑτέρους χρήσασθαι τοῖς ἐκείνων. ~B ἡ πρὸς τὸν αὐλὸν αὕτη στερνοτυπία] αὐλητὰς γὰρ συνε⸤κάλουν⸥ ἐπὶ τὰ πένθη τῶν ἀ⸤ποιχομένων⸥, ὡς δῆλον καὶ ἀπὸ τοῦ θ⸤είου⸥ εὐαγγελίου [Matth. 9, 23]. ~⸤Β⸥CVφ Ω ἀσφόδελος] ὅτι ἡ ἐλελίσφακος λέγεται· βοτάνη γάρ ἐστιν. ~C