Ancient Greek
Ῥητόρων διάσκαλος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-37
Not analysed yet
Τινές φασιν ὡς εἰς Πολυδεύκη τὸν ὀνοματολόγον ἀποτεινόμενον Λουκιανὸν τοῦτον γράψαι τὸν λόγον τέχνην μὲν οὐδ’ ἥντινα λόγων παραδιδόντα, σωρὸν δὲ λέξεων ἀδιάκριτον ὑφιστάντα. καὶ ἴσως οὐκ ἀπὸ σκοποῦ ταῦτα τοῖς φήσασιν εἴρηται, ἐπεὶ καὶ σύγχρονοι ἄμφω, Λουκιανὸς καὶ Πολυδεύκης· ἐπὶ γὰρ Μάρκου τοῦ αὐτοκράτορος. ~VMSΩ —]τινὲς —ὑφιστάντα, ὥσπερ ἐν λέξεσιν ἀλλ’ οὐκ ἐν διανοίᾳ τῆς ῥητορικῆς τὸ κράτος ἐχούσης· καὶ ἴσως ἀληθές, ἐπεὶ καὶ σύγχρονοι ἦσαν ἐπὶ Μάρκου τοῦ αὐτοκράτορος. ὁ γὰρ Πολυδεύκης ἐπαγωγότερος ἦν τοῦ αὐχμηροῦ καὶ κατακόρου διαναπαύων τὸν λόγον· ἐχρῆτο γὰρ διηγήμασιν, οὐ μέντοι καὶ τέχνην παρεδίδου λόγου, ὅπως ἡ διήγησις διαχέῃ τὴν αἴσθησιν καὶ τὸ τῶν λέξεων καινότερον, ὡς ἐν ταύταις μόναις τοῦ παντὸς ἔργου κειμένου τοῖς λόγοις. ~Vat. 86