Ancient Greek
1 to 4
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-43-4
Not analysed yet
Κάλλους γυναικὸς ἀπαραμίλλου πλάσιν πρὸς τοὺς θεαινῶν ἀντισυγκρίνας τύπους ἤκουσε κακῶς ὡς ἀπῳδὸν συγκρίνας. ἀντιλέγει πρὸς ταῦτα κομψοῖς τοῖς λόγοις δεικνὺς συνῳδοὺς τηλικαύτας συγκρίσεις. ~φ Ὁ λόγος οὗτος ἀντιγραφὴ τοῦ εἰς Πάνθειαν τὴν Σμυρναίαν, γυναῖκα δὲ Οὐήρου τοῦ χρηστοῦ καίσαρος, ἐπαίνου ἐστίν, ὃν καὶ Εἰκόνες ἐπέγραψεν, ἧς καὶ Μᾶρκος ὁ καῖσαρ ἐν τοῖς εἰς ἑαυτὸν Ἠθικοῖς [8, 37] αὐτοῦ μέμνηται. ~ERVφU τά τε ἄλλα κτλ.] σημείωσαι. ~V παρόντων τινὰ προσκύψαντα κτλ.] ἀστεῖον. ~EV