Ancient Greek
Ὑπὲρ τῶν εἰκόνων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 5-14
Not analysed yet
παραπλήσιον δὲ κτλ.] ἀστεῖον. ~E —]σημείωσαι. ~V καὶ οὐδὲ ὅσας ὀλίγας: εἴληπται μὲν ἀπὸ τῆς Ἀττικῆς συντάξεως τῆς πλεῖστον ὃσον, ἀλλὰ καὶ κατὰ τὸ ἀντίστροφον τῆς συνθέσεως· τὸ γὰρ ἀναφορικὸν προὔταξε καὶ κατὰ τὸ ἀντικείμενον τῷ ποσῷ· τὸ μὲν γὰρ πλεῖστον ὅσον ἐστί, τὸ δὲ ὅσας ὀλίγας. ~ERVφU πλοκάμους*] σημείωσαι, ὅτι βόστρυχοι μὲν ἐπὶ ἀνδρῶν, πλόκαμοι δὲ ἐπὶ γυναικῶν εὐσήμως ἂν ῥηθεῖεν. ~VERCφ