Ancient Greek
1 to 19
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-49-19
Not analysed yet
ἐγὼ δὲ ὁ χρυσοῦς ἐπιλαθόμενος ὑγιαίνειν κτλ.] αἱ γάρτοι τῶν παλαιῶν προσρήσεις αἱ μὲν ἑωθιναὶ χαῖρε, αἱ δὲ ἑσπεριναὶ ὑγίαινε. ~VCφ παρ’* ἀλλήλων] ἀντὶ τοῦ ἀπ’ ἀλλήλων· ἡ παρά ἀντὶ τῆς ἀπό. ~Vφ τὸ γοῦν μακρὰ χαίρειν κτλ.] σημείωσαι. χρήσιμον. ~V καὶ τοῦτο εἰπὼν κτλ.] σημείωσαι. ~Γ ἀλλ’ ὁ θαυμαστὸς Πλάτων κτλ.] σημείωσαι. ~V τὸ δ’ εὖ πράττειν κτλ.] σημείωσαι. ~Γ τὸ* πεντάγραμμον] ὅτι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον πένταλφα σύμβολον ἦν πρὸς ἀλλήλους Πυθαγορείων ἀναγνωριστικὸν καὶ τούτῳ ἐν ταῖς ἐπιστολαῖς ἐχρῶντο· ὅ ἐστι τοῦτο ~VCφ πεπραγὼς δεινὰ κτλ.] σημείωσαι. ~Γ ἄλλῳ* ἥλῳ ἐκκρούειν τὸν ἧλον] παροιμία ἐπὶ τῶν ἀτόποις τὰ ἄτοπα ἰᾶσθαι κατασπευδόντων. ~Vφ ὅτε Ἀλέξανδρος κτλ.] σημείωσαι. ἱστορία. ~V ἄξιον δὲ καὶ Πύρρου κτλ.] σημείωσαι. ~Γ ἐπὶ γοῦν τοῦ πρώτου Σεβαστοῦ κτλ.] σημείωσαι. ~V ἔοικα δ’ ἐνταῦθα κτλ.] ὡραῖον. ~V