Ancient Greek
1 to 5
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-50-5
Not analysed yet
ὀστράκου* —μεταπεσόντος] Πλατωνικὴ [Phaedr. 241B] παροιμία ἐπὶ τῶν ἀπροφασίστως μεταβαλλομένων ἀπὸ τῶν πρῴην αὐτοῖς πρεσβευομένων. ~ECVφΔ ῥήτραν] ῥῆτραι· συνθῆκαι, ὁμολογίαι. Ταραντῖνοι δὲ νόμους καὶ οἷον ψηφίσματα. παρὰ Λακεδαιμονίοις δὲ ῥήτρα Λυκούργου νόμος ὡς ἐκ χρησμοῦ τιθέμενος. οἱ δὲ ῥήτρας ὁμολογίας, οἱ δὲ συγγράμματα, καὶ ῥητροφύλακας τοὺς συγγραμματοφύλακας. ~Δ Σαλαίθῳ*] Κροτωνιατῶν νομοθέτης. ~EVφΔ ἑάλω] ἐλήφθη, ἐκρατήθη, ἐπορθήθη. ~Δ οὐ παρὰ* μικρὸν ἀτοπώτερον] σημείωσαι. ἀντὶ τοῦ πάνυ ἄτοπον οὐ παρὰ μικρὸν ἀτοπώτερον εἶπεν. ~EVφΔ ἀμύγδαλον*] ἡ ἀμύγδαλος. ~Vφ ῥυθμοῖς] ῥυθμὸς τάξις ἔμμελος ἀκόλουθος ἁρμονίας, μέλος εὐφρόσυνον. ~Δ