Ancient Greek
1 to 6
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-5-6
Not analysed yet
ἀγροίκους* νεανίσκους] εἶδος Σατύρων. ~BNΩ2Δ κόρδακα*] κόρδαξ εἶδος ἀπρεποῦς καὶ αἰσχρᾶς ὀρχήσεως παραπλησίας τῇ πυρρίχῃ. ~BNΟΩ2Δ —]σίκιννις σατυρικὴ ὄρχησις, ἐμμέλεια δὲ τραγική, κόρδαξ δὲ κωμική. ~Δ κεράστας] τριχωτάς· κέρας γὰρ ἡ θρίξ. ~Δ καὶ* τὸν μὲν στρατηλάτην κτλ.] εἶδος Διονύσου. ~ΔB βραχὺν πρεσβύτην κτλ.] εἶδος Ἰ⸤καρίου⸥. ~⸤B ⸥VφNOΩ —]εἶδος Σειληνοῦ. ~Δ —]Σειλινοὶ λέγονται τῶν Σατύρων οἱ γέροντες παρὰ τὸ σείεσθαι λίαν περὶ τὸν ληνόν· ἰῶτα γὰρ ὀφείλει εἶναι τὸ λι, σειλινὸς ὁ γέρων. ~Δ ἕτερον* κτλ.] εἶδος Πανός. ~VBφNΟΩ Σειληνός] ⸢⸤ἄ⸥⸣νω τοὺς ὑποστρατή⸢γο⸣υς, ⸤ὅ⸥σον ἀπὸ τοῦ εἴδους ⸢εἰκ⸣άσαι, τὸν ⸤Ἰκ⸥άριον ἔ⸢δει⸣ξε καὶ τὸν Πᾶνα, ⸤ἐ⸥ν⸢τ⸣αῦθα ονομαστὶ ⸢τὸ⸣ν Σει⸤λ⸥ηνὸν παριστᾷ. καινὸν τοῦτο, ⸤ε⸥ἰ μή που ταὐτὸν οἴεται τὸν Σει⸤λ⸥ηνὸν τῷ Ἰκαρίῳ. ~⸤B⸥⸢V⸣φΝΟΩΔ κορυβαντιᾶν*] μαίνεσθαι. ~VΟUΩ τὸ κορυβαντιᾶν σημαίνει τὸ μαίνεσθαι, τὸ θεοφορεῖσθαι, τὸ ἐκφρεῖσθαι ἤτοι τὸ χορτάζεσθαι. ~Δ ποιούντων] ἀντὶ τοῦ ποιείτωσαν, Ἀττικῶς. ~B