Ancient Greek
1 to 8
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-6-8
Not analysed yet
ταῦτά* γε] ἀντὶ τοῦ κατὰ ταῦτα. ~VMΟUΩ οἱ ποιηταί] Ὅμηρος καὶ Εὐριπίδης. ~φ τὸ* δὲ γῆρας ἔχει κτλ.] Εὐριπίδης [Phoen. 528]. ~VOU Addunt OU: ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, Ἐτεόκλεες, πρόσεστιν, ἀλλ’ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ~ὦ* Τήιε ποιητά] τὸν Ἀνακρέοντα λέγει τὸν λυρικόν. ~VBφMΟΩΔ Ἱπποκλείδης*] ⸤παροιμία οὐ φ⸥ροντὶς ⸤Ἱπποκλεί⸥δῃ ἐπὶ τῶν ⸤μὴ πάνυ⸥ σπουδαίων ⸤ἡμῖν λ⸥εγομένη ἀλλὰ κατὰ ⸤τὸ εὐ⸥καταφρόνητον μετα⸤χει⸥ριζομένων. ~V⸤B⸥φΜΝΩΔ ἐπιγουνίδα] ἐπιγουνὶς ἡ δι’ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ γόνατι. ~Δ