Ancient Greek
Διάλογος πρὸς Ἠσίοδον.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-52
Not analysed yet
σεμνά] σεμνὸν ἐπὶ τοῦ ἀξιωματικοῦ λέγεται, ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν· Εὐριπίδης Μηδείᾳ [215] οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶτας καὶ ἐν Ἱππολύτῳ [93] μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον. καὶ ἔνδοξον· Εὐριπίδης αὖθις [Hipp. 99] πῶς οὖν οὐ σεμνὴν δαίμονα προσεννέπεις; καὶ τὸ μέγα σεμνὸν λέγει. ~Δ θεσπέσιον*] θέσπιον, θεῖον, θαυμαστόν, πρᾷον, θεοῦ νομοθέτημα, ἐκ θεοῦ πεσόν. ~Δ