Ancient Greek
2 to 8
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-27-8
Not analysed yet
φθόνου] φθόνος πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. ~Δ εἰς ὅν καιρόν* τινα ἄλλον] ⸤ὑπέρθεσις τοῦ εἰς ὅντινα ἄλλον καιρόν, ἵνα περικαλλῆ τὸν λόγον ποιήσῃ, ὡς ἐν τῷ εἰ καὶ διὰ μηδὲν ἄλλο, ὁπόταν οἱ ῥήτορες εἰ καὶ μὴ δι’ ἓν ἄλλο ὑπερθέντες εἴπωσιν, εἴ τι⸥ χρὴ Ἑρμογένει [ΙΙ. ἰδ. 338, 8 Sp.] πιστεύ⸤ειν⸥. ~⸤E⸥ VφSΔ βδάλλειν*] ἀμέλγειν· καὶ βδαλεὺς τὸ ἀμολγεῖον. ~VφSΔ σκινδαλάμους*] τὰ λεπτὰ καὶ ἰσχνὰ τῶν λόγων ζητήματά φησιν, ὡς καὶ Ἀριστοφάνης ἐν Νεφέλαις [130] λόγων ἀκριβῶν σκινδάλμους μαθήσομαι. τοῦτο δὲ ἐπὶ μὲν εὐθείας ὀξύνεται, ἐπὶ δὲ πλαγίων παροξύνεται. λέγεται δὲ σκινδάλματα καὶ τὰ τῶν καλάμων ἀποξύσματα. ~Δ λαβάς*] ἐπαφάς, ἀφορμάς, μέμψεις. ~Δ κατακνίζουσι*] κατατέμνουσι, καταλυποῦσι, καταβάλλουσιν. ~Δ ἄττα: τινὰ ἢ ἅτινα ἢ παραπλήσια ἢ ὀλίγα. ~Δ φορμῷ*] φορμὸς προκάλυμμα ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδας κομίζειν. ~Δ πάνυ ποιμενικόν*] ἀντὶ τοῦ ἁπλούστατον καὶ κατὰ ποιμενικὴν εὐήθειαν. ~EVφSΔ μακέλλην*] μάκελλα ἡ καὶ δίκελλα λεγομένη. ~Δ τοῦ κρύους —πολλὰ τοιαῦτα] ἄξιά γέ συ ποιῶν τοὺς σαυτοῦ διδασκάλους διασύροις, ὡς ἂν μὴ ἡμεῖς πράγματα ἔχοιμεν βόρβορον ἀναδεύοντες. ~EΔ