Ancient Greek
Διογένους καὶ Πολυδεύκους.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-56
Not analysed yet
⸢Ὁ Τυνδάρεως εἶχε τὴν Λήδαν γυναῖκα. ταύτῃ εἰς κύκνον ὁ⸣ Ζεὺς ⸢μεταβληθεὶς⸣ συνε⸢γένετο, καὶ ἔσχ⸣εν ἐκείνη ⸢ἀπὸ μὲν τοῦ Τυνδάρεω Κάστορα, ἀπὸ δὲ τοῦ Διὸς Πολυ⸣δεύκην, καὶ συνέβη τ⸣ὸν μὲν Κά⸢στορα ὡς ἀπὸ⸣ ἀνθρώπου ὄντα εἶναι θνητόν, τὸν δὲ Πολυδεύκην ὡς ἐκ Διὸς ἀθάνατον. ὅτε οὖν ἐτελεύτησεν ὁ Κάστωρ, ἐλυ⸢πεῖτο ὁ Πολυ⸣δεύκης καὶ ὁ Ζεὺς ἐλεήσας αὐτόν, ὡς λέγουσιν, ἐποίησεν ὥστε τοὺς δύο ζῆν μίαν παρὰ μίαν ἡμέραν. ~ΓR⸢V⸣φMΩ. Addit R: οἳ ἑτερήμεροι παρ’ Ὁμήρῳ [λ 303] λέγονται. ~