Ancient Greek
Διογένους καὶ Πολυδεύκους.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-57
Not analysed yet
Πολύδευκες] ⸢Κάστωρ καὶ Πολυ⸣δεύκης ἄμφω μὲν ἤστην υἱοὶ Διὸς δίδυμοι ἐκ Λήδας τῆς Λακαίνης θνητότητα καὶ ἀθανασίαν τῷ ⸢τοῦ γένους διαφό⸣ρῳ κεκληρωμένοι. ὑπερβολῇ δὲ φιλοστοργίας μ⸤ὴ ἂν ἐκτὸς⸥ ἀλλήλων διάγειν προῃρημένοι μηδέ ⸢τὸν μὲν τοῖς τεθν⸣εῶσι τὸν δὲ τοῖς ἀθανάτοις συμπαρεδρεύειν ἀνεμερί⸤σαν⸥το σφίσιν αὐτοῖς τὸ τοῦ γένους ⸢δεδωρημένον, ὡς⸣ ἂ⸤ν ἑτερή⸥μεροι ὁ μὲν τὰ θνητῶν ὁ δὲ τὰ τῶν ζώντων ⸢περιπολεύοι, ἄλλως τε καὶ σωτῆρες ἀνθρώποις, ὡς ὁ μῦθός φησι, κατακεχωρισμένοι. ἐπεὶ δὲ ταῦτα, διὰ τοῦτό ἐστιν ἐνταῦθα πρὸς Πολυ⸤δεύκην⸥ ὁ λόγος ὡς δῆθεν αὐτοῦ τὸ τηνικάδε λαχόντος τὸν ὑπὲρ γῆς τόπον περινοστεῖν⸣. ~⸤B ⸥⸢V⸣φΝΩ Κράνιον*] Κράνειον Ἡρωδιανὸς ἐν τῇ ιγ′ [cf. Herod. ΙΙ 459, 9 Lenz] καὶ διὰ τῆς ει. ἔστι δὲ τόπος ἐν Κορίνθῳ πανέρημος ἢ γυμνάσιον ἢ λιμήν τις, ἀντικρὺ δὲ τὸ Λεχαῖον μέρος τοῦ Κρανείου. φησὶ δὲ Παυσανίας [ΙΙ 2, 4], ὅτι κυπαρίσσων ἐστὶν ἄλσος πρὸ τῆς Κορίνθου, ὅπερ ὀνομάζεται Κράνειον. ~R Ἑκάτης* δεῖπνον κτλ.] ⸢τῇ Ἑκάτῃ δεῖπ⸤να⸥ ἐτίθετο ὑπὸ τῶν παλαιῶν ἐ⸤πὶ τῶν⸥ τριόδων καθάρσια τ⸤υχὸν⸥ ταῦτα τῶν⸣ ζών⸢των, τινὰ δὲ⸣ καὶ ὠ⸢μὰ καὶ ἀκατασκεύαστα⸣. τ⸤ῷ ⸢μὲν οὖν⸥ λόγῳ τῇ δαί⸣μον⸢ι ταῦτα ἀνε⸤ῖτο⸥⸣, ἔρ⸥γῳ δὲ τῶν ἀπορούντων⸣ εἰ⸢ς ε⸤ὐπορίαν⸥· τί γὰρ⸣ ἂν καὶ ⸢δαίμων ἐκ τ⸤ούτων⸣ σιτί⸥σαι⸢το; ἐπεὶ τοί⸣νυν ⸤ἀπὸ τ⸢ῶν⸥ δείπνων⸣ τούτων Μέ⸢νι⸤ππος ὠ⸣μὰ⸥ φαγὼ⸢ν ᾠὰ τέ⸣θνηκ⸤εν ἀπε⸥π⸢τήσας⸣, τοῦτο διακω⸢μῳ⸤δῶν⸣ ταῦτά⸥ φησι Δι⸢ογένης⸣. ~⸤B⸥C⸢V⸣φNΩ —]κατασκευάζοντες τῇ Ἑκάτῃ δεῖπνα ἐν ταῖς τριόδοις ἔρριπτον μὴ γευόμενοι αὐτῶν. οὗτος οὖν καταγελῶν αὐτῶν ἐπιτρέπει καὶ ἐξ αὐτῶν ἐνεγκεῖν. ~ΓRΩ