Ancient Greek
1 to 28
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-7-28
Not analysed yet
ὅτι Ἀλέξανδρος ἐν τῷ Κύδνῳ λουσάμενος οὐ μικρῶς ἠρρώστησεν, ὥς φησιν Ἀρριανός [Anab. II 4, 7]. ~VφOΩ Κύδνῳ*] ⸤ποταμὸς⸥ Ταρσοῦ τῆς ⸤Κιλικί⸥ας. ~⸤B⸥K —]ποταμὸς Ταρσοῦ. ~Γ —]Στράβων ὁ γεωγράφος [XIV 673] ἱστορεῖ περὶ τούτου τοῦ ποταμοῦ Κύδνου, ὅτι διὰ ψυχρότητα τὰ πλατυνευροῦντα τῶν ζῴων ἰᾶται ἐμβαίνοντα τῷ ῥείθρῳ τούτου καὶ ἐγχρονίζοντα. ~BVφMOΩ νησιώτῃ μειρακίῳ] τὸν Ὀδυσσέως Τηλέμαχον λέγει. ~B μεστὸς κτλ.] ὡραῖον. ~Γ Φαίδρου] ἐν τῷ Φαίδρῳ τ⸤οῦ⸥ Πλάτωνος ταῦτα, ὅπου φησὶ [230 Β] νὴ τὴν Ἣραν, καλὴ ἡ καταγωγή· ἥ τε γὰρ πλάτανος ἀμφιλαφὴς καὶ ἑξῆς. ~Β καὶ οὐκ ᾐσχύνετο κτλ.] φορτικῶς ἄγαν, ἐμπαθέστατε, διεμνημόνευσας τοῦ ἀνδρός. ~B Ἀρσακίδαις* Ἀρσακίδας τοὺς Περσῶν φησι βασιλεῖς ὡς ἀπὸ Ἀρσάκου τοῦ παλαιτάτου τὰς γονὰς ἕλκοντας. ~VBCφMOS εἰ ἐπαινέσονται κτλ.] σημείωσαι. ~Γ σώφρονι κτλ.] σημείωσαι. ~Γ τοίχων γράμματα*] τὰς γραφάς φησιν ἤτοι τὰς ζωγραφίας, ἐφ’ αἷς ἀνθέων καὶ φυτῶν μιμήματα εἴργασται καὶ εἴ τι τοιοῦτο ἄλλο. ~BVφMΩ —]ὅτι γραφὰς καὶ τὰς ζωγραφίας ἐκάλουν. ~C ὁμοίους κτλ.] σημείωσαι. ~Γ φωτὶ κτλ.] σημείωσαι. ~Γ Δημόδοκος κτλ.] ⸤μου⸥σικοὶ παλαιοὶ περιφανεῖς. ~⸤Β⸥ —]ὀνόματα μουσικῶν τε καὶ μελῳδῶν. ~φ παντελῶς τυφλὸς κτλ.] σημείωσαι. ~Γ Γοργόνων* κάλλος] σημείωσαι, ὅτι αἱ Γοργόναι κάλλει καὶ εὐμορφίᾳ ἐξιστῶσαι οἱονεὶ ἀπελίθουν τοὺς ἀνθρώπους. ~VBCφΩ ὦτα γὰρ κτλ.] Κανδαύλου λόγος πρὸς Γύγην [Her. I 8]. ~B θεραπεία*] τουτέστιν οἱ θεράποντες, οἱ ὑπηρέται, οἱ δοῦλοι. ~ΟU ἐκπεπληγμένοι] μεταβατικὸν τὸ ἐκπλήττομαι, οἷον ἐκπλήττομαί σε ἀντὶ τοῦ θαυμάζω σε. ~U τῆς ἀντίθυρος: ὡς ἀπὸ τῆς εὐθείας τῆς ἡ ἀντίθυρ. ~BCφUΩ ὅτι Ὠρίων εἰς Χίον παραγενόμενος πρὸς Οἰνοπίωνα τὴν γυναῖκα αὐτοῦ Μερόπην ἐβιάσατο. αὐτὸς δὲ χαλεπήνας ἐτύφλωσεν αὐτὸν καὶ ἀπέλυσεν. ὁ δὲ ἦλθεν εἰς Λῆμνον πρὸς Ἥφαιστον, ὃς ἐλεήσας αὐτὸν δέδωκε τούτῳ ὁδηγὸν Κηδαλίωνα, ἕνα τῶν θεραπόντων αὐτοῦ· καὶ οὕτως ὑπ’ αὐτοῦ ὁδηγούμενος ἦλθε πρὸς ἀνατολὰς καὶ συνέμιξε τῷ Ἡλίῳ καὶ ὑγιάσθη. ~Vat. 942