Ancient Greek
46 to 57
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 46-57
Not analysed yet
Λακεδαιμόνιον*] ⸢ἐμ⸣άστιζον γὰρ ἑαυτοὺς ⸢Λά⸣κωνες τελούμενοι ⸢καὶ⸣ εἰς τοῦτο αὐτὸν ἀπο⸢σ⸣κώπτει. ~⸢V⸣BCφMΟΩ ἀντὶ δὲ τῆς* βακτηρίας κτλ.] ⸢εἰς τὸ⸣ ἄρραβδον δια⸢σ⸣ύρει ὡς ὑπε⸢ρεί⸣σεως δεόμενον. ~⸢V⸣BφM0Ω. Addit Ο (scholio toto ad ὑπερίδου relato): ὅθεν καὶ τὸ ρει ἐνταῦθα δίφθογγον γραπτέον, ἄλλως δὲ ῖ. ~λέοντας*] ⸢καὶ γὰ⸣ρ εἰώθαμεν τοὺς ⸢ἀν⸣δρείους εἰς ⸢λ⸣έοντας ἀπεικάζοντες ⸢οὕτως⸣ λέγειν λέων ἐστίν. ~⸢V⸣BM0SΩ δρωπακισθῆναι* κτλ.] ⸤ἀντὶ τοῦ τῆς αὐτῆς αὐτὸν ἀξ⸥ίωσον ⸤ἀτιμίας, ἧς καὶ αὐτὸς σοὶ⸥ νῦν ἐ⸤πιμέμφεται· ταὐτὸν γὰρ⸥ τὸ πιττοῦ⸤σθαι τῷ δρωπακίζε⸥σθαι, ἔστι δὲ ⸤ἄμφω τὸ τὰς τρίχας τοῦ⸥ παντὸς σώματος ⸤μαδᾶν χρ⸥ίσματι. ~V⸤B⸥CφMΟSΩ Κυναίγειρον*] τοῦτο γὰρ Κυναίγειρος πέπονθεν Ἀθηναῖος ἐν τῇ πρὸς Πέρσας ναυμαχίᾳ πελέκει πρὸς Πέρσου τὴν χεῖρα ἀποκοπείς. ~VBCφMΟΩ δὸς κτλ.] ἀπέσκωψεν εἰς Ἐπίκτητον ὡς, οἷς αὐτὸς φιλοσοφῶν οὐχ ὡμίλησεν, ἑτέρους ἐπείγοντα. ~BΟ Ἐλέου*] εἰ γὰρ ὁ Ἐλέου βωμὸς οἰκτίρμονας κηρύττει Ἀθηναίους, πῶς ἂν ἀνάσχοισθε, φησί, τοιοῦτον ὠμὸν πρᾶγμα θεάσασθαι; ~BVφΟSΩ —]ὅτι Ἐλέου βωμὸς ἦν παρὰ Ἀθηναίοις, πρὸς ὃν οἱ καταφεύγοντες ἐσῴζοντο. ~C