Ancient Greek
1 to 4
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-71-4
Not analysed yet
ἤ μ’ ἀνάειρ’ ἢ ἐγὼ* σέ ]Ὅμηρος [Ψ 724] εἰσάγει παλαίοντας Ὀδυσσέα καὶ Αἴαντα. φησὶν οὖν Αἴας πρὸς Ὀδυσσέα ἢ κούφισόν με ἢ κουφίζω σέ . αἰνίττεται οὖν ὁ Λουκιανὸς διὰ τοῦ στίχου ὡς τοῦ Ἀριστέου λέγοντος ἢ κούφισόν με ἢ κουφίζω σέ, τουτέστιν ἢ προκόμισόν με ἢ προκομίζω σέ . ~ΓRφΩ ἀπὸ τῶν ὀνειράτων*] ὅτι οἱ Χαλδαῖοι δι’ ὀνειράτων ἐμαντεύοντο. ~RBCNΩ ἀπὸ Σικυῶνος* ἐς Κίρραν] ὅτι καταντικρὺ Κίρρας ἐν τῷ Κορινθιακῷ κόλπῳ ὁ Σικυών. ἡ δὲ Κίρρα ὄρος ὀξὺ ⸤κατὰ τὴν⸥ Φωκίδα, ὅπου νῦ⸤ν τὸ⸥ Χρυσίον φασίν. ~⸤Β⸥RφΝΩ εὖ ἐποίησαν: καὶ τοῦτο Ἀττικὸ⸤ν τὸ⸥ τὴν ἐνέργειαν ⸤ἐπὶ τοῦ⸥ πάθους λαμβά⸤νειν⸥. ~⸤B⸥NΩ —]τὸ δὲ εὖ ἐποίησαν ἀντὶ τοῦ εὖ ἔπαθον Ἀττικόν. ~φ ἐκ κοτίνου*] ἐξ ἀγριελαίου. ~B στέγειν*] δέχεσθαι, βαστάζειν. ~Γ αἱ τοῦ Δαναοῦ*] Δαναὸς ἔσχε ν′ θυγατέρας. αὗται ἔλαβον ἄνδρας ν′ υἱοὺς τοῦ Αἰγύπτου· αἵτινες ἐν μιᾷ νυκτὶ τοὺς ἰδίους ἄνδρας ἐφόνευσαν καὶ διὰ τοῦτο μετὰ θάνατον κατεδικάσθησαν εἰς τετρημένον πίθον ἀντλεῖν, ἵνα τοῦτον γεμίσωσιν. ~ΓRφΩ