Ancient Greek
1 to 11
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-70-11
Not analysed yet
ἔπιπλα*] τὰ ἐλαφρότατα τῶν κτημ⸤άτων⸥ οὕτω φασὶ παρὰ τὸ ἐπιπολά⸤ζειν⸥. ~⸤B⸥CφMNΩ ἀποβάθραν*] κλίμακα, δι’ ἧς ἐπὶ τὸ πλοῖον ἀναβαίνουσι. ~R ἔμβαινε κτλ.] βαβαί· μεταξὺ π⸤αι⸥διᾶς καὶ σκωμμάτων ⸤οἷα⸥ ἡμῖν σπουδαῖα π⸤αι⸥δεύματα παρατίθεται ὁ ⸤γενναῖος⸥ οὑτοσὶ καὶ ῥήτωρ ⸤καὶ κωμῳ⸥δὸς καὶ σιλλοποιὸς ἐμ⸤φρόνως⸥ τε καὶ δριμέως τὰ μά⸤ταια τῆς⸥ ἀνθρωπίνης σπουδῆς ἀ⸤ξίως δια⸥σύρων ἐπιτηδεύμα⸤τα⸥. ~⸤B⸥ΝΩ ἐφεστρίδα*] ⸤τὸ⸥ ἐπὶ τοῖς ἱματίοις ⸤ἐπ⸥ίβλημα ἤτοι μαν⸤δύ⸥αν καὶ χλαμύδα καὶ ⸤π⸥όρπην καλουμένην. ~⸤B⸥CφΩ —]ἐφεστρὶς τὸ φορούμενον ἔξωθεν ἱμάτιον παρὰ τοῖς βασιλεῦσι. ~R ἀνεκήρυξεν*] ὡς εὐεργέτην δηλονότι. ~ΓRφ ὁ ἔνοπλος] ὁ στρατηγός. ~φ ὅσην μὲν τὴν ἀλαζονείαν κτλ.] τὶ ταῦτα τοῖς καθ’ ἡμᾶς μοναχοῖς ἁρμόδια. ~N πεντηκόντορος*] ναῦς ὑπὸ ν′ ἀνδρῶν κωπηλατουμένη. ~ΓRΩ κινάβραν*] κινάβρα ἐστὶ κυρίως ἡ τῶν τράγων δυσωδία. ἐνταῦθα οὖν μεταφορικῶς λέγει δυσωδίαν τὸ πάντας σιαίνειν. ἴσως δὲ καὶ κινάβραν λέγει τὴν πήραν. ~ΓBRNΩ ἀντιθέσεις —βαρβαρισμούς*] τὰ ἐν σχήματι προφ⸤ερόμενα⸥ τῷ λόγῳ χάριτος ἕνε⸤κεν ὡς τὸ οἱ δὲ⸥ δύο σκόπελοι [Hom. μ 73] καὶ τ⸤ὰ παραπλήσια⸥. ~⸤B⸥ΝΩ ἢν* ἰδού] εἴρηται πολλάκις ὡς ⸤ἠθικὸν⸥ καὶ ἀφελὲς κατὰ δεῖ⸤ξιν ἐπί⸥φθεγμα. ~⸤B⸥Ν δεδῃωμένος*] πεπορθημένος. ~ΓR χαμαιτυπεῖα*] πορνεῖα. ~ΓR