Ancient Greek
1 to 18
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-9-18
Not analysed yet
Οὐδὲν ἀληθὲς κέκτηται ὁ λόγος οὗτος. ~ΟU ἀσχολουμένοις*] ἠσκημένοις. ~ΓV τοιούτοις τῶν ἀναγνωσμάτων κτλ.] συγγνώμη σοι, ὦ Λουκιανέ, ἐπὶ τοῖς παρὰ σοῦ γραφησομένοις ψεύσμασιν, ἀνθ’ ὅτου ὡμολόγησας ψευδῆ βούλεσθαι γράψαι πρὸς ψυχαγωγίαν τῶν ἀναγινωσκόντων. ~UΩ3 Ἰαμβοῦλος Ἰαμβ⸤ ⸥αν⸤ ⸥τ⸤ ⸥· ~⸤Γ⸥ ὁρῶν κτλ. ]τάχα εἰς Πλάτωνα ἀποτείνεται πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ μυθολογοῦντα, μάλιστα δὲ ἐν τῷ δεκάτῳ τῆς Πολιτείας [614 A sq.] τὰ περὶ τῶν ἐν Ἅιδου διεξιόντα. ~VΓφOUΩ οὐρίῳ* ἀνέμῳ] εὔρῳ. ~Γ τῇ* ὀγδοηκοστῇ κτλ.] τὰ μὲν πρὸς ῥᾳστώνην καὶ εὐημερίαν τείνοντα εἴτε ἐγρηγορούντων ἐνθύμια εἴτε καὶ καθευδόντων ἐνύπνια κενὴν μακαρίαν οἱ παλαιοὶ κατεφήμισαν. ταὐτὶ δὲ τὰ σὰ τί ἂν καλέσοιμεν, Λουκιανέ, πολλὴν καὶ μακρὰν ἐπερχόμενα ταλαιπωρίαν καὶ ψυχῆς ἄσην; ἢ λοιπὸν δίκαιον καλεῖν αὐτὰ κενὴν κακοδαιμονίαν; ~Γφ ἐνιαχοῦ*] ἔν τισι τόποις. ~S εὐερνής*] εὐμήκης. ~S καὶ* δύο κτλ.] εἰς Ὅμηρον ἀποσκώπτει διὰ τοὺς λωτοφάγους Ὀδυσσέως ἑταίρους ταῦτα μυθοποιήσαντα [ι 95]. ~VφΟSUΩ Κεγχροβόλοι*] οἱ τοῖς κέγχροις λιθάζοντες. ~S ἄρκτου] ἄρκτος ἐστὶν ἐν τῷ οὐρανῷ ἐξ ἀστέρων, ἣν καλοῦσι καὶ ἅμαξαν, καὶ ὁ μὲν Ὅμηρος [Σ 487. ε 273] μίαν λέγει, Ἄρατος [Phaen. 36] δὲ δύο, τή⸢ν τ⸣ε Ἑλίκην καὶ τὴν ⸢κυνόσ⸣ουραν. ~⸢S⸣K πελτασταί*] μικροῖς ἀκοντίοις μαχόμενοι. ~S δίπλεθρος*] τὸ πλέθρον ἔχει πόδας ρ′, πήχεις ξϛβ. ~ΓVSΩ ἐχόμενοι*] σημαίνει τὸ ἐγγύς. ~S σείριον τὸν ἀστέρα λέγει τὸν κύνα καλούμενον. σείριον δὲ λέγουσιν αὐτὸν διὰ τὸ ἀπὸ τοῦ καύσου τοῦ ἀπὸ τῆς ἐπιτολῆς αὐτοῦ σεσηρέναι τοὺς ἀνθρώπους. ~Γ2VφΟSΩ γαλαξίου*] ὁ κύκλος ὁ ἐν τῷ οὐρανῷ ἀπὸ νεφελῶν ὡς γάλα φαινόμενος. ~S ὄνοι*] γόης, τερατολόγε· οἷς οὐ παρῆσαν ὄνοι (οὐ γὰρ ἐπεσημήνω τοῦτο), πῶς σαλπιγκταῖς τοῖς οὐχ ὑποῦσιν ἐχρῶντο; ~VφΟΩ Ὅμηρος κτλ.] τὸ σκῶμμα εἰς Ὅμηρον. ~φ τοῦ Ῥοδίων κολοσσοῦ* ἐξ ἡμισείας] τριάκοντα πήχεων· ἑξήκοντα γὰρ ἦν ὅλος ὁ κολοσσὸς πήχεων. ~ΓVφ0SΩ —]ὅτι ὁ Ῥοδίων κολοσσὸς ἑξήκοντα ἦν τὸ ἀνάστημα πήχεων. ~C