Ancient Greek
19 to 22
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-22
Not analysed yet
ὁμήρους] ὅμηρά εἰσι τὰ διδόμενα ἐπὶ ἐλευθερίᾳ τῶν κατασχεθέντων. ~S συνθήκας] συνθήκη λέγεται σχέσις ὑπὸ⸤ ⸥συμβουλὴ καὶ ἡ παρα⸤ ⸥ὥσπερ καὶ ε̣ἰ̣σή⸤ ⸥. ~S εὐθὺς* κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· ὤφειλε γὰρ οὕτως εὐθὺς δὲ τοῦ τείχους καθαιρεθέντος ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν. ἀλλά φαμεν, ὅτι, ἐπειδὴ ἱστορία τὸ προκείμενον, φεύγει τὸν πλαγιασμὸν σαφηνείας χάριν. ~Γ2VOSΩ δώσειν πρὸς γάμον κτλ.] τὴν τοῦ Γανυμήδους αἰνίττεται ἁρπαγήν, ἣν οἱ Ἕλληνες μυθολογοῦσιν. ~S γάμοις*] ἀντὶ τοῦ γυναιξίν. ~VOS ἐν ταῖς γαστροκνημίαις] τοῦτο τὰ περὶ τὸν Διόνυσον αἰνιττόμενος καὶ τῆς ὠδῖνος καταγελῶν τοῦ Διὸς τέθεικεν. ~Γ2, cf. φS γένος* κτλ.] εἰς τοὺς Σπαρτοὺς λεγομένους ἀποσκώπτει τοὺς ἐκ δρακοντείων ὀδόντων ἐκφύντας. ~Vφ0SΩ