Ancient Greek
10 to 15
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 10-2-15
Not analysed yet
κουριῶν*] καρῆναι δεόμενος. ~ΓVΩΔ ἐπερειδομένῳ] ἐπανακλινομένῳ. ~ΓV μάτην λύκος χανών] παροιμία ἐπὶ τῶν ἐλπιζόντων τι καὶ παρ’ ἐλπίδας πραττόντων. ~ΓVΦΔ πότος παροξυτόνως μὲν σημαίνει τὸ συμπόσιον, ὀξυτόνως δὲ αὐτὸ τὸ πόμα καὶ τὸ πίνειν δηλοῖ. ~Δ φιλοτησίας*] φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος τὸ λοιπὸν παράσχῃ φίλῳ καὶ τὴν φιάλην χαρισάμενος. ~ΓVφΩΔ τῆς Ἀργολικῆς ἐκείνης μείρακος] τῆς Δανάης τοῦ Ἀκρισίου. ~VΩ Ἀκρισίου*] ὁ Ἀκρίσιος βασιλεὺς ὢν τοῦ Ἄργους ἔλαβε χρησμόν, ὅτι ὁ γενόμενος ἀπὸ τῆς θυγατρὸς αὐτοῦ Δανάης φονεύσει αὐτόν, καὶ διὰ τοῦτο φοβηθεὶς ἀπέκλεισεν αὐτὴν ἐν χαλκῷ οἴκῳ. καὶ ὁ Ζεὺς ἐρασθεὶς αὐτῆς μετεβλήθη εἰς χρυσὸν καὶ ἔφθειρεν αὐτὴν εἰσελθὼν διὰ τοῦ δώματος. ~ΓVΦΩΔ ἔτνος*] πισσάριον. ~ΔΓV τοῖς Κρονίοις*] ἐν τῇ ἑορτῇ τοῦ Κρόνου. ~VΓφΟΩΔ τόμους*] τμήματα. ~ΓVφΟΩ ἀλλᾶντος*] λοκανίκου. ~ΓVφΔ ἁλουργῆ] πορφυρᾶ. ~ΓVφΟΩ ὑσγινοβαφῆ*] ὕσγινόν ἐστιν ἄνθος ἐοικὸς ὑακίνθῳ βαθύτερον. ~ΓCVφΩΔ. Addunt CVφΩΔ: ἴσως δὲ τὰ ἀπὸ χοιρείων αἱμάτων βαπτόμενα. ~τοῖς πολλοῖς*] πολλοὺς πλειστάκις καλοῦσι τοὺς μὴ φρονίμους ἀλλὰ ἀνοήτους. ~Δ