Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-3
Not analysed yet
σὺν τριβακῷ] ἐν πενιχρῷ. ~V ἠπίαλον* ]ῥῖγος πρὸ πυρετοῦ. ~ΓVΦΩΔ. Addit Δ: ἢ ῥῖγος συνημμένον πυρετῷ. ~ἔφεδρος*] ἡνίκα δύο παλαίουσιν ἀθληταί, κάθηταί τις ἔξωθεν ἄλλος ὀφείλων τῷ νικῶντι παλῆσαι, καὶ ὁ τοιοῦτος καλεῖται ἔφεδρος ἀντὶ τοῦ ἡττωμένου εἰσερχόμενος. ~ΓVΦΩΔ Addit Δ: μεταφορικὴ οὖν ἐνταῦθα ἡ λέξις. ~στοιχεῖον ἐνταῦθα λέγει τὴν τοῦ ἡλίου σκιάν· εἰώθεσαν γὰρ ὁρίζειν, ἡνίκα τυχὸν ἡ σκιὰ γένηται πεντάπους, συνελθεῖν. ~ΓCVΦΩΔ ὁποσάπουν τὸ στοιχεῖον: οὕτως εἰώθεσαν οἱ παλαιοὶ καλεῖν τὸν ἥλιον ἢ τὴν σκιὰν τὴν ἀπὸ τοῦ ἡλίου. ~ΔCVΦ. Addunt VΦΔ: τοιοῦτο δὲ τὸ λεγόμενον, ὅπως βραδὺς κατὰ τὴν κίνησιν ὁ ἥλιος· οἱ γὰρ ἐπισπεύδοντές τινι καὶ τὸ βραχύτατον τῆς ὥρας μακρὸν καὶ ἀπέραντον ἡγοῦνται. ~