Ancient Greek
10 to 21
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 10-5-21
Not analysed yet
κυδοιμὸν* κτλ.] πόλεμον. λέγουσι γάρ, ὅτι Πὰν συμμαχήσας τοῖς Ἀθηναίοις ἐν Μαραθῶνι πολλοὺς τῶν βαρβάρων ἐφόνευσεν. ~ΓVΦΩ ὄρειος*] ἐν ὄρεσι διαιτώμενος. ~ΓVΦ ἀστικά*] πολιτικά. ~ΓV πρὸς τὸ ὄρθιον*] ἀντὶ τοῦ ἐπὶ τὸ μεῖζον καὶ ὀξὺ τῆς φωνῆς. ἐς τὸ ἀκριβέστατον δὲ ἔγραψε τὸ τῶν φιλοσόφων ἐν ταῖς διαλογικαῖς συνουσίαις σύμπτωμα. ~VΦΩ τεθήπασιν*] θαυμάζουσιν. ~ΓVΩ ἅλις ἔχοιμι: ἀντὶ τοῦ ἅλις ἔσχον ἤγουν ἀρκούντως· οὕτω γὰρ τὰ εὐκτικὰ ἐν τῇ συμφράσει παραλαμβάνεται, ὁπότε μήτε κατ’ εὐχὴν κεῖται μήτε ἀντὶ ὑποτακτικοῦ ῥήματος, οἷον οὗτος δὲ ὁπότε εἰσέλθοι, κακὰ πολλά με εἰργάζετο· ἀντὶ γὰρ τοῦ εἰσῆλθεν. ~CVΦΩ ἀργυραμοιβική*] τραπεζιτική. ~ΓVφΩ τοῦ* ῥήτορος] ὁ ῥήτωρ οὗτος εἶ αὐτός, κακόδαιμον Λουκιανέ. ~VΦφΩ Σύρῳ] διὰ τὸ Σύρον εἶναι τὸν ῥήτορα. ~ΓVΦ καί* μοι ἤδη κάλει αὐτόν] εἰσελθὼν ὁ Πολέμων εἰς τὸ δικαστήριον παρίσταται τοῖς δικασταῖς. ~ΓVφΩ ἐν χρῷ κέκαρμαι*] ὅτι οἱ Στωικοὶ τὰς κεφαλὰς ἦσαν διόλου κεκαρμένοι, ὡς οἱ μοναχοὶ νῦν. ~VCφΩ μορμολυττομένη*] ταράττουσα. ~ΓV ἀφηνιάσαι*] φυγεῖν. ~ΓV μηδὲ τῶν* θεῶν φείδεται] διὰ τοὺς Ἐπικουρείους ὑπέκρουσεν ἀθέους μὲν ὄντας ἡδονὴν δὲ πρεσβεύοντας. ~VφCΩ τὸν ὑμέτερον Θησέα*] Ἀθηναῖος γὰρ ὁ Θησεύς, Ἀθηναῖοι δὲ οἱ δικάζοντες. ~ΓVφ ἀγκύλους* ἐκείνους λόγους] τοὺς περιεστραμμένους, λέγει δὲ τοὺς συλλογισμούς. ~ΓVφΩ Ἐλέου βωμόν*] βωμὸς ὑπῆρχε παρ’ Ἀθηναίοις τοῦ Ἐλέου, ἐν ᾧ οἱ ἀδικούμενοι, ἵνα ἐλεηθῶσι, κατέφευγον. ~ΓVφ τὴν τοῦ Ἄϊδος κυνῆν*] τὴν τοῦ Ἅιδου περικεφαλαίαν. λέγουσι δέ, ὅτι ὁ ταύτην φορῶν οὐκέτι ἐφαίνετο. ~ΓVΩ ἀνδριάντι*] τοῦτο γὰρ δόγμα τῶν Στωικῶν ὡς ἀνδριάντι χρήσασθαι τῷ σώματι. ~VΩ