Ancient Greek
Δὶς κατηγορούμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-7
Not analysed yet
πνύκα*] τὴν ἐκκλησίαν τῶν Ἀθηναίων. ~ΓVΦΩ. Addunt VΦΩ: παρὰ τὸ πεπυκνῶσθαι. πάγος δὲ ὁ ὑψηλὸς τόπος, παρὰ τὸ πεπηγέναι καὶ συνεστάναι πρὸς ὕψος. ~τὸν Πᾶνα τῶν* Διονύσου θεραπόντων κτλ.] ἁρμοδίως ὡς ἴδιον υἱὸν ἐπαινεῖ αὐτόν. ~VΩ Παρθένιον*] ὄρος τῆς Ἀρκαδίας. ~ΓVφΩ Δάτιδος*] Δαρεῖος ὁ Περσῶν βασιλεὺς κατὰ τῆς Ἑλλάδος στρατεύων οὐ δι’ ἑαυτοῦ ἦλθεν ἀλλ’ ἔπεμψε Δᾶτιν στρατηγόν, ὃς ἐλθὼν εἰς Μαραθῶνα ἡττήθη παρὰ τῶν Ἀθηναίων. ~ΓVΦΩ σπήλυγγα*] σπήλαιον. ~ΓVΩ Πελασγικοῦ*] τόπος Ἀθήνησιν ἀπὸ Πελασγῶν ἐν αὐτῷ οἰκησάντων. γράφεται δὲ καὶ διὰ τοῦ ρ̄. ~ΓVΩ