Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 10-7
Not analysed yet
7—10 κρυψιμέτωπος ὁ διὰ μέγεθος ἐν τῷ ἀνακλᾶσθαι τὸ μέτωπον ἀποκρύβων. μεντορουργὴς δὲ ἀπὸ Μέντορός τινος ὑαλοψοῦ τούτῳ καταχρησαμένου τῷ εἴδει τῶν ποτηρίων, ἃ ἦσαν πρὸς τῷ πυθμένι μεγάλην ἔχοντα τὴν λαβήν, ἀφ’ οὗ καὶ εὐλαβῆ αὐτὰ κέκληκε, βομβυλιὸς δὲ τὸ στρογγύλον, οἷα τὰ νῦν πιθάκνια, δειροκύπελλα δὲ τὰ μακρὰ μέν, εἰς χώνης δὲ τύπον ἐξειργασμένα, γηγενῆ δὲ τὰ ὀστράκεια λέγει, εὐρυχαδῆ τὰ βαθέα καὶ πλατέα, εὔστομα δὲ τὰ λεπτοχειλῆ, ἀνεμοφόρητα δὲ τὰ ἐλαφρότατα διὰ λεπτότητα, διὸ καὶ ἐπήγαγεν ὑμενόστρακα, κυμβία δὲ τὰ στρογγύλα μέν, βαθέα δέ, καὶ φιαλίδες τὰ στρογγύλα καὶ ἀβαθῆ, γραμματικὰ δὲ τὰ γραμμὰς ἴσως ἔχοντα. κυλικεῖον δὲ τὸ δοχεῖον, ὃ ποτηροπλύτην νῦν καλοῦσιν. ἀκροθώραξ δὲ ὁ μέσως πως μεθύων. δικοδίφης δὲ ὁ συνήγορος ἀπὸ τοῦ τὰς δίκας διφᾶν. χρυσοτέκτονα δὲ τὸν χρυσοχόον φησί. λεῖρον τὸν γυναικεῖον κόσμον λέγει παρὰ τὸ ἡδὺν εἶναι, παρόσον καὶ τὰ ἄνθη λείριά φαμεν. ἐλλόβια τὰ ἐνώτια παρὰ τὸ τοῖς λοβοῖς τῶν ὤτων ἐνηρμόσθαι. πέδας τὰ ψέλια. ἄδικον ἡμέραν καὶ ἄλογον τὴν δίκας μὴ ἔχουσαν ἢ δικανικοὺς λόγους. ἐχεγλωττίαν δὲ τὴν ἀργὴν ποιοῦσαν τὴν γλῶτταν. ὀπτὸν τὸν εὐπρόσιτον παρὰ τὸ εὐκόλως ἄνευ τῶν ἀπασχολούντων ὁρᾶσθαι. ἄχρηστα τὰ καινά, οἷς οὐδεὶς ἐχρήσατο. εὐήτριον δὲ τὸ λευκὸν καὶ λεπτὸν ἱμάτιον. ἀρρητοποιοὺς ἑκουσίως διασύρων εἶπε τοὺς τελεστὰς διὰ τὴν μυστηριωδίαν αὐτῶν. ~EVφΩΔ