Ancient Greek
8 to 9
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-11-9
Not analysed yet
ἰπνολέβης*] τὸ ἐν τῇ συνηθείᾳ μιλιάριον. ~ECVφΩΔ ἐπέτρεπεν*] ἀντὶ τοῦ ἀπέπεμπεν. ~EVφΔ βακχάριδι*] εἶδος ἐντρίμματος μυρώδους. ~EVΔ ποδοκτύπη τὸ τύμπανον. τριγωνίστρια δὲ ὄργανον μουσικὸν οὕτως ἀπὸ τοῦ σχήματος καλούμενον. ~EVΔ λῆρον*] ἤτοι γυναικεῖον κόσμον ἐξ ἐσθημάτων ποικίλον καὶ ἀνθινόν, καθότι λείρια τὰ ἄνθη φασίν. ἢ καὶ χρύσεον κόσμον ἡδύνοντα τῇ ὁράσει τὴν ὄψιν· διὸ καὶ λειριόεσσαν ὄπα Ὅμηρός [Γ 152] φησιν. ἢ ὥσπερ λῆρόν φαμεν τὴν ἀδολεσχίαν διὰ πέρα τοῦ δέοντος περιττόν, εἴρηκε καὶ νῦν οὗτος λῆρον τὸν τοῦ θήλεος κόσμον ὡς περιττὸν τῆς χρείας καὶ παρέλκοντα. ~EV