Ancient Greek
10 to 29
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 10-9-29
Not analysed yet
προσέτι γε ἀκροασαμένους κτλ.] ὡραῖον. ~V ὁμοίαν αὐτὴν κτλ.] σημείωσαι. ~EV Ὀμφάλῃ*] ὄνομα γυναικός. ~Δ ἀνάρμοστον] ἀπαίδευτον, ἀνόητον. ~Δ θωπείαν] θωπεία κολακεία, καὶ θῶπες οἱ πάντα μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακείᾳ. ~Δ ἀκούσας τὸν αὐτὸν κτλ.] ὡραῖον. ~V ἐμμελής] συνετή, εὔρυθμος. ~ἐγκώμιον*] ἔνδημον· κῶμοι γὰρ τὰ τοῦ δήμου συστήματα. ~Δ τοῦ φροιμίου] τοῦ προοιμίου. ~Δ αἴρειν τὰ κτλ.] ἀστεῖον. ~E ἐγὼ* γοῦν θάπτοντα κτλ.] οἷος πανταχοῦ τῷ γελοίῳ ἐνευδοκιμῶν ὁ κατάρατος οὗτος. ~REΔ βω μολοχικά] βωμολόχος ὁ περὶ τοὺς βωμοὺς λοχῶν ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκέν τινας κολακεύων. καὶ βωμακεύματα καὶ βωμολοχεύματα. Ἀπολλόδωρος Κυρηναῖος ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα καὶ τὸν πανοῦργον καὶ συκοφάντην. ~Δ ἄρτι κληρονομήσαντι τοῦ δεσπότου: Ἀττικὴ ἡ σύνταξις· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν· αὐτοὶ γὰρ ἔφαγον φασὶ τοῦ ἄρτου καὶ κατέαγα τοῦ κρανίου. ~ἔτνους*] ἔτνος πᾶν ὄσπριον ἐρειχθέν. ~RECV ἐμβοήσαντος μόνον κτλ.] σημείωσαι. ~VERVU Σατουρνῖνον*] Σάτουρνον γὰρ Ῥωμαῖοι τὸν Κρόνον λέγουσιν. ~VECφΔ ὄτοβος: ὁ μετὰ ἤχου κρότος καὶ θόρυβος καὶ ψόφος. ὡσαύτως καὶ κόναβος. ~Δ ὤδινεν ὄρος: ἐπὶ τῶν μεγάλως ἀμαθαινόντων τὸ ἐπίφθεγμα. ~CEVΔ οἰσυίνη: ἐκ λύγων πεπλεγμένη. ~ERΔ νανώδει] τὸ νάννος ἐπὶ τοῦ μικροῦ εἴωθε λαμβάνεσθαι. ~Δ παρασάγγας] παρασάγγαι εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι στάδια τριάκοντα. —Δ τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα] ὅτι Σαμοσατεὺς Λουκιανός. ~ERΔ θραυσμάτων] θραῦσμα καὶ θραῦσις λέγεται· φθορά, ἧττα ἐν πολέμῳ, θάνατος, ἀρρωστία, συντριβή, πληγή. ~Δ θάψας οὖν κτλ.] παύου, ταλαίπωρε· ἱκανῶς σοι πέπαισται. μέχρι πόσου διαγελάσεις τοὺς καταράτους; ~EΔ λοπάδων: ἡ περικειμένη ἔξωθεν τοῦ κρομμύου λεπὶς καὶ πᾶν λέπος, φλοιός, δέρμα λεπτὸν ξηρόν. λωπάσι δὲ διὰ τοῦ ω̄ μεγάλου σημαίνει τοῖς κλέπταις. ~Δ καὶ ἐτρώθη περὶ κτλ.] ἀπόλοιο, μιαρέ, αὐτῇ γελωτοποιίᾳ καὶ εἰρωνείᾳ. ~ERΔ τῶν ἀκριβῶς εἰδότων κτλ. ]σημείωσαι. ~Γ