Ancient Greek
Πῶς δεῖ ἱστορίαν συγγράφειν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-12
Not analysed yet
κιβδήλῳ] κίβδηλον· οὕτως ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμισμα καὶ παρακοπέν. Νόμων ια′ ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν’ [Plat. leg. XI 917 D]. κίβδηλον μέν ἐστιν, ὅταν ἔχῃ ἐπιφάνειαν ὡς ἀστεῖον, ἔστι δὲ μοχθηρὸν τῷ τρόπῳ. ~Δ Νικόστρατον*] ἔοικε Νικόστρατος οὗτος ἀθλητὴς εἶναι κατ’ ἐκεῖνο καιροῦ γενναῖος μέν, ἄλλως δὲ τὸ πρόσωπον πονηρὸς καὶ τὸν Μιλήσιον Ἀλκαῖον τὸν καλὸν μὲν ἀνάλκιδα δὲ ἔχειν ἐρώμενον. ~RE