Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 11-2
Not analysed yet
τελέσματος] δαπανήματος. ~VΔ πεντακοσιομεδίμνους*] εἰς τέσσαρα διῄρητο τάγματα πᾶσα ἡ πόλις τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, οἵτινες ἦσαν πάνυ πλούσιοι, εἰς ἱππεῖς ἧττον πλουσίους, εἰς ζευγίτας ἔτι ἥττονας, εἰς θῆτας τοὺς πένητας. εἰπὼν οὖν ἀνωτέρω [c. 10] τὴν Ἀφροδίτην ὡς πενιχρὰν εἰς τὸ θητικὸν τελεῖν εἰς πεντακοσιομεδίμνους εἶπε τοῦτον ὡς πλούσιον. ~ΓVΟΩΔ. Addit Δ: οἱ γὰρ πεντακόσιοι μέδιμνοί εἰσι λιτρῶν ια′ χιλιάδες καὶ σν′, κεντηνάρια ριβ′. ~πνύκα*] πνὺξ λέγεται ἡ ἐκκλησία τῶν Ἀθηναίων παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτῇ. ~ΓCVΟΩΔ