Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 10
Not analysed yet
λημῶ*] λήμας ἔχω. λήμη δέ ἐστιν ὁ ἐν τοῖς ὄμμασι ῥύπος. ~ΓVΔ Πεντέληθεν*] ἀπὸ Πεντέλης. Πεντέλη δέ ἐστι λίθος παρ’ Ἀθηναίοις εἰς ἀγάλματα πεποιημένος. ~ΓVΟΩΔ Πραξιτέλει*] Πραξιτέλης ἀγαλματοποιὸς ἄριστος, ὅστις κατεσκεύασε τὸ ἐν Κνίδῳ τῆς Ἀφροδίτης ἄγαλμα. ~ΓVOΩΔ χρυσῆν ἔλεγεν Ὅμηρος τὴν Ἀφροδίτην ἀντὶ τοῦ καλήν. αὕτη δὲ ἦλθε προκαθίσαι, ὅσον ἐκ τοῦ ὀνόματος. ~ΓVΟΩΔ κόλλοπας*] τὰ κολλάβια. ~Γ —]οὓς κολλάβους φασίν. εἰσὶ δὲ οἱ πασσαλίσκοι, οἷς ἀποτείνονται αἱ νευραί. ~CVΟΩΔ θητικῷ*] θῆτες ἐκαλοῦντο παρὰ τοῖς Ἀθηναίοις οἱ πάντων πενέστεροι, ἀπὸ τοῦ θητεύειν, ὅ ἐστι μισθῷ δουλεύειν, τρεφόμενοι. ἐν τῷ θητικῷ οὖν ἐκκλησιάζειν λέγει ἀντὶ τοῦ ἐν τῷ πενιχρῷ τάγματι. ~ΓVΟΩΔ