Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 11-3
Not analysed yet
ἀπὸ Πάρνηθος* κτλ.] ὄρη τῆς Ἀττικῆς. ~ΓVΩΔ ὑπὲρ* Φολόης κτλ.] ταῦτα Πελοποννήσου ὄρη τῆς Ἀργολικῆς μοίρας. τὸ Ταΰγετον δὲ τῆς Δακωνικῆς ἐν δεξιᾷ τῆς Σπάρτης. ~VφΩΔ Ὄλυμπον*] τὸν Μακεδονικὸν Ὄλυμπον λέγει, ὅς ἐπ’ ἀριστερᾷ τοῦ Πηνειοῦ καὶ τῶν Θεσσαλικῶν ἐστι Τεμπῶν, ὄρος ὑψηλὸν καὶ μέγα καὶ μέχρι Πέλλης παρατεῖνον. ~VφΩΔ κάμνοντος*] κοπουμένου. ~ΓV τῶν ἱπποπόλων*] τῶν περὶ τοὺς ἵππους ἀναστρεφομένων. ~ΓVφ