Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 12-5
Not analysed yet
Ῥόδιον κολοσσὸν κτλ.] ὁ μὲν κολο⸢σσὸς Ῥόδιος⸣ ἀνδριὰς ἦν χαλκοῦς Ἡλίῳ ἀνακείμενος, καθότι καὶ αὐτὴ ἡ νῆσος Ἡλίῳ ἀνεῖτο, ἑξήκοντα μὲν πηχῶν τὸ ὕψος, ἔργον δὲ Λυσίππου τοῦ ἀγαλματοποιοῦ. ὁ δὲ ἐπὶ τῇ Φάρῳ πύργος πρὸς τῇ ἐπὶ Πηλουσίῳ Αἰγύπτου Ἀλεξανδρείᾳ ᾠκοδόμηται, τετράγωνος, σταδιαῖος τὴν πλευράν, ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέχων ὡς ἀπὸ ἑκατὸν ὁρᾶσθαι μιλίων. ἀνεστάθη δὲ τοιοῦτος, ἵν’ ᾖ ἡμέρας μὲν σημεῖον τοῖς πλέουσιν, νυκτὸς δὲ πυρσός, πρὸς ὅν οἱ πλέοντες ἀπευθυνόμενοι μὴ ἔχοιεν ἐμπίπτοντες τοῖς τοῦ Παραιτονίου ἕρμασι διαφθείρεσθαι. γέγονε δὲ προστάγματι μὲν Ἀλεξάνδρου τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος, ἀρχιτεκτονήσαντος δὲ Σωστράτου τοῦ Κνιδίου, ὅς καὶ ἐπέγραψε τῷ πύργῳ ἐπὶ τῶν λίθων Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωιζομένων [cf. Luc. De hist. conscr. 62]. ~⸢V⸣φΔ καθάπερ ὁ Λυγκεύς: οὗτος λέγεται ὀξυδερκέστατος εἶναι, ὥστε καὶ τὰ ὑπὸ γῆν βλέπειν. ~ΓVΩΔ