Ancient Greek
Θεῶν ἐκκλησία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 12-10
Not analysed yet
μητραλῴου υἱὸς ὤν] Ἀλκμαίωνος γὰρ ἦν υἱὸς τοῦ Ἀμφιαράου, ὃς Ἀλκμαίων τὴν μητέρα ἀπεκτονὼς ἐπλανᾶτο κατὰ πάσης γῆς μηδενὸς αὐτὸν διὰ τὸ ἄγος τῆς μητρὸς καταδεχομένου. χρήσαντος δὲ αὐτῷ Ἀπόλλωνος ζητεῖν γῆν εἰς κατοίκησιν, ἥτις οὔπω ἦν τῆς μητρὸς ὑπ’ αὐτοῦ κτεινομένης, σκέψασθαι μὴ ἂν ἀλλαχοῦ εὑρεθῆναι ἢ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου· θολερῶς γὰρ οὗτος ἀεὶ ῥέων καὶ πρὸς ταῖς Ἐχινάσι νήσοις εἰς θάλασσαν ἐκδιδοὺς ὑπωπτεύθη αὐτῷ πρόσχωσιν οὗτος ἐν τοσούτῳ ἐργάσασθαι καὶ γῆν ἀναδεῖξαι, ἥτις ἱκανὴ σῶμα ἀνθρώπου ὑποδέξασθαι μὴ πρότερον οὖσα τοῦ τῆς μητρὸς φόνου· καὶ δὴ πορευθῆναι καὶ κατοικῆσαι τὴν Κατοινιάδα γῆν καὶ ἐξ ἑνὸς τῶν υἱῶν Ἀκαρνᾶνος Ἀκαρνανίαν τὸν τόπον ὀνομάσαι. ~CVφU