Ancient Greek
Θεῶν ἐκκλησία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-10
Not analysed yet
Σαβάζιος —Μίθρης] ὅτι ὁ Μίθρας ὁ αὐτός ἐστι παρὰ Πέρσαις τῷ Ἡλίῳ. καὶ ὅτι ἄλλος Διόνυσος ὁ ἐκ Σεμέλης καὶ ἄλλος ὁ Σαβάζιος λεγόμενος πρότερος ἐκείνου τοῖς χρόνοις ἐκ Διὸς καὶ Περσεφόνης· οὗ καὶ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσι. λέγουσι δὲ αὐτὸν καὶ τερατίαν γενέσθαι καὶ εἰς δράκοντα μεταμορφωθῆναι καὶ τῇ ἰδίᾳ θυγατρὶ μιγῆναι. ~Vat. 942