Ancient Greek
12.1 to 12.4
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 12.1-4
Not analysed yet
Φάωνα] ὁ Φάων οὗτος πορθμεὺς ὢν διεπόρθμευσέ ποι τὴν Ἀφροδίτην καὶ γέρων ὢν εἴληφε μισθὸν παρ’ αὐτῆς ἀνηβῆσαι. ἴσως οὖν σκληφρὸς ὢν καὶ Λυσίας τοῦτο ἐπεσκώφθη παρὰ τῆς Ἰοέσσης. σημαίνει δὲ τὸ σκληφρός τὸν γέροντα μέν, μὴ ἐπίδηλον δέ, ᾧ ἐναντίος ὁ προφερής, ὁ νεάζων μέν, δοκῶν δὲ γέρων. ~NSU Δάματερ*] τῆς Πυθιάδος ἐκπληκτικῶς τὸ Δάματερ ἀνακαλεσαμένης ὁ Λυσίας ἀνερωτᾷ τί τὴν Δήμητρα ἀνακαλεῖς; καὶ συνείρει τῷ λόγῳ τὰ ἑξῆς. ~S ἑώρων*] ἀντὶ τοῦ ᾐσθανόμην. ~MS