Ancient Greek
Work 80_12
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 12.5
Not analysed yet
οὐκ ἐχρῆν*] καὶ νῦν μεμετεώρισται ὁ λόγος. ~SMN ἐν τῷ μέρει: ἀντὶ τοῦ ὅσον εἰς ἐμὲ ἧκεν. ~NMS τὸ δεῖνα: εἰώθασι τοῦτο λέγειν ἀφελῶς οὕτως τὸν λόγον προάγοντες ἐπὶ τῶν συγκρύπτειν τι βουλομένων, τῇ ἀοριστίᾳ τοῦ ὀνόματος τὸ ὑποκείμενον ἀδηλοῦντες. ~RNS —]ὅτι ἀοριστοῦντες τὰ ὀνόματα ἐν τῇ συγγραφῇ τὸ δεῖνα λέγοντες οὕτως εἰώθασιν οἱ παλαιοὶ ποιεῖν ἀφελῶς τὸν λόγον προάγοντες. καὶ γὰρ ἐπὶ τῶν συγκρύπτειν τι βουλομένων τῇ ἀοριστίᾳ τοῦ ὀνόματος τὸ ὑποκείμενον ἀδηλοῦντες ποιοῦσιν. ~C