Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13-2
Not analysed yet
κατὰ τυράννου κτλ.] ὡραῖον. ~V καὶ Ῥαδάμανθυς υἷός ἐστιν, ὡς λέγουσι, τοῦ Διός. ἀφω ρίσθη δὲ παρὰ τοῦ πατρὸς καὶ οὗτος ἐπὶ τῷ ἐκζητεῖν τὰς τῶν τετελευτηκότων πράξεις καὶ τὰς πρὸς ἀξίαν ἐπιτιθέναι δίκας. ~ΓVΟΩΔ κἂν ἰδιώτην κτλ.] ὡραῖον. πάνυ εὐκαίρως τὰς τῶν πλουσίων καὶ φιλοζώων φωνὰς μεμίμηται. ~Γ2 εἴσω* τοῦ ποδός] τουτέστιν ἀπὸ τοῦ ποδός. ~ΓVφΟΩΔ ὅπως*] κἀνταῦθα ἐλλείπει τῷ πολλάκις ἡμῖν εἰρημένῳ Ἀθηναίων ἔθει τὸ φρόντιζε. ~Γ2VφΩΔ προσεπαττάλευσα*] εἰς πάσσαλον ἔδησα ἢ ἀντὶ τοῦ ἀνεσταύρωσα. ~ΓCVφΟΩΔ