Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 14-2
Not analysed yet
ἀγαπητή] ἀντὶ τοῦ ἀρκετή, ἐπιπόθητος, ἡδεῖα. ~Γ2V0Ω Κύκλωπος*] ὁ Κύκλωψ πρὸς τὸν Ὀδυσσέα ἐν τῷ σπηλαίῳ φησὶν ὅτι χαρίζομαί σοι τοῦτο, ὅτι μετὰ πάντων ὕστερόν σε ἐσθίω [cf. Hom. ι 369]. τοῦτο οὖν καὶ ὁ Μίκυλλός φησιν ὅτι ὅσον ὁ θάνατος γίνεται, τί με ὠφελεῖ τὸ ἀποθανεῖν ὕστερον; ~ΓVΟΩΔ πύματον*] ἔσχατον. ~ΓV Οὖτιν τὸν Ὀδυσσέα· οὕτω γὰρ ἑαυτὸν ὁ Ὀδυσσεὺς καλεῖ διαπαίζων τὸν Κύκλωπα. ~ΓVΟΩΔ. Addit Δ: καὶ θέλων ἀπαλλάττεσθαι αὐτοῦ. ~ἐκ διαμέτρου: τὸ λόγιον ἐπὶ τῶν πάνυ διαφερόντων, εἴληπται δὲ ἀπὸ τοῦ ἐπιπέδου σχήματος τοῦ κύκλου· ἐπ’ ἐκείνου γὰρ πασῶν τῶν τεμνουσῶν αὐτὸν εὐθειῶν μείζων ἡ διὰ τοῦ κέντρου, ἥτις καὶ διάμετρος λέγεται. ἀπὸ τούτου τὰ πάνυ διαφέροντα λέγεται ἐκ διαμέτρου. ~Γ2Vφ τὸ καὶ παῖδας ὡραίους πῶς σοι ἐκλέληπται; ἀλλ’ ἐκ τοῦ ἐφεξῆς πάνυ τοῦτο σαφές, βωμολόχε. ~Δ οὐ γὰρ οἶδ’ ὅπως] καινοπρεπὲς τοῦτο, οὐκ οἶδα γὰρ ὅπως δέον εἰπεῖν, ὁ δὲ οὐ γὰρ οἶδ’ ὅπως εἴρηκεν. ~CVΟΩΔ καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ κτλ.] σχόλιον Βασιλείου Ἀδάδων. ἐνταῦθα αἰνίττεται τὴν τῆς ψυχῆς μετὰ τοῦ σώματος γενομένην συμφυίαν καὶ τὸ δυσαπόσπαστον αὐτῆς καὶ ὀδυνηρὸν καὶ σχετικόν, ὃ πρὸς τὸ σῶμα κέκτηται· οὐ φέρει γὰρ ῥᾳδίως ὑπαναχωρεῖν ἐκ τούτου διὰ τὴν ἄνωθεν ἐκ τοῦ δημιουργοῦ ταμιευθεῖσαν συμπλοκὴν ἐν ἀλλήλοις καὶ μάλιστα, εἰ τύχοι καὶ ἐγκλήμασιν ἁμαρτημάτων περικεῖσθαι· ὥσπερ γὰρ τότε δείματά τινα δεδιῶσα τοῖς ἔνδον ἐναποκρύπτεται ἀναβαλλομένη τὴν πρόοδον, αἱ δὲ τούτων ἐκτὸς εὐθύμως τούτων ἀφίστανται ἅτε κοῦφοι καὶ τῶν τοιούτων φόρτων ἀπηλλαγμέναι καὶ πρὸς τὴν ἄνοδον ἐπιτήδειαι. ~Δ προσέχεται*] κρατεῖται. ~ΓVφΟΩ προστετηκυῖα*] προστακεῖσα, ἐπιθυμητικῶς ἔχουσα. ~ΓCVφΟΩ δυσέρωτες: οἱ πάνυ ἐρῶντες. ~ΔVφ καταλιπαρῶν: ἀντὶ τοῦ παρακαλῶν. ~Δ